Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Εἰ δέ τι διὰ χειρὸς ὁ στρατηγὸς ἐξεργάσασθαι
σπεύδοι, μὴ ὀκνείτω πρῶτος αὐτὸς ὀφθῆναι
ποιῶν: οὐ γὰρ οὕτως ταῖς ἀπὸ τῶν κρειττόνων
ἀπειλαῖς ἀναγκαζόμενοί τι ποιοῦσιν, ὡς ταῖς ἀπὸ
τῶν σεμνοτέρων διατροπαῖς: ἰδὼν γάρ τις τὸν
ἡγεμόνα πρῶτον ἐγχειροῦντα καὶ ὅτι δεῖ σπεύδειν
ἔμαθε καὶ μὴ ποιεῖν ᾐδέσθη καὶ ἀπειθεῖν ἐφοβήθη:
καὶ οὐκ ἔθ̓ ὡς δοῦλον ἐπιταττόμενον
διετέθη τὸ πλῆθος, ἀλλ̓ ὡς ἐξ ἴσου παρακαλούμενον διετράπη.
γ. Περὶ πολιορκητηρίων μηχανημάτων