Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
Εἰ δὲ τὴν κατὰ κράτος ἀπεγνωκὼς ἐκπόρθησιν
εἰς χρόνιον καταβαίνοι πολιορκίαν οἰόμενος λιμῷ
πιέσας τὴν πόλιν αἱρήσειν, ἅ τινα ἂν ἐπὶ τῆς
χώρας ἔτι καταλάβῃ σώματα, τούτων τὰ μὲν
ἐρρωμένα καὶ ἀκμάζοντα ταῖς ἡλικίαις εἰς ἄμυναν
πολέμου λαβών, ὅ τι περ ἂν αὐτῷ δόξῃ, διαθέσθω,
γύναια δὲ καὶ παιδάρια καὶ ἀσθενεῖς ἀνθρώπους
καὶ γεγηρακότας ἑκὼν εἰς τὴν πόλιν ἀποπεμπέτω:
ταῦτα γὰρ ἄχρηστα μὲν εἰς τὰς πράξεις ἔσται,
τὰς δὲ παρεσκευασμένας τοῖς ἔνδον τροφὰς
θᾶττον συναναλώσει, καὶ πολεμίων μᾶλλον ἢ
φιλίων ἐφέξει τρόπον.
ι. Ὁποῖον εἶναι χρὴ τὸν στρατηγὸν μετὰ τὴν νίκην