Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ τοῦ ὅταν διὰ στενῶν μέλλῃ τὸ
στρατόπεδον ἄγειν
Ἐπειδὰν δὲ ἤτοι διὰ στενῶν μέλλῃ ποιεῖσθαι
τὴν πάροδον ἢ δἰ ὀρεινῆς καὶ δυσβάτου
[p. 404]
χώρας ἄγειν τὸν στρατόν, ἀναγκαῖον προεκπέμποντά
τι μέρος τῆς δυνάμεως προκαταλαμβάνεσθαι
τάς τε ὑπερβολὰς καὶ τὰς τῶν στενῶν
παρόδους, μὴ φθάσαντες οἱ πολέμιοι καὶ καταστάντες
ἐπὶ τῶν ἄκρων κωλύσωσι τὴν διεκβολὴν
ποιεῖσθαι.