previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

36. ἀμφοτέρων δὲ αὐτῶν ἐκταξάντων τὴν στρατιὰν καὶ προσαγόντων ἐπ᾽ ἀλλήλους, οἱ μὲν Πέρσαι τοὺς πολεμίους ὁρῶντες ὀλίγους ὄντας κατεφρόνησαν αὐτῶν καὶ μετὰ πολλῆς κραυγῆς ἐπεφέροντο: [2] τῶν δὲ Σαμίων καὶ Μιλησίων πανδημεὶ προελομένων βοηθῆσαι τοῖς Ἕλλησι καὶ μετ᾽ ἀλλήλων κοινῇ προσαγόντων κατὰ σπουδήν, ὡς προϊόντες εἰς ὄψιν ἦλθον τοῖς Ἕλλησιν, οἱ μὲν Ἴωνες ἐνόμιζον εὐθαρσεστέρους ἔσεσθαι τοὺς Ἕλληνας, ἀπέβη δὲ τοὐναντίον. [3] δόξαντες γὰρ οἱ περὶ τὸν Λεωτυχίδην τὸν Ξέρξην ἐκ τῶν Σάρδεων ἐπιέναι μετὰ τῆς δυνάμεως, ἐφοβήθησαν, καὶ ταραχῆς γενομένης ἐν τῷ στρατοπέδῳ διεφέροντο πρὸς ἀλλήλους: οἱ μὲν γὰρ ἔφασαν τὴν ταχίστην δεῖν εἰς τὰς ναῦς ἀπιέναι, οἱ δὲ μένειν καὶ τεθαρρηκότως παρατάξασθαι. ἔτι δ᾽ αὐτοῖς τεθορυβημένοις ἐπεφάνησαν οἱ Πέρσαι διεσκευασμένοι καταπληκτικῶς καὶ μετὰ βοῆς ἐπιφερόμενοι. [4] οἱ δ᾽ Ἕλληνες οὐδεμίαν ἀνοχὴν ἔχοντες τοῦ βουλεύσασθαι, συνηναγκάσθησαν ὑπομεῖναι τὴν ἔφοδον τῶν βαρβάρων. καὶ τὸ μὲν πρῶτον ἀμφοτέρων ἀγωνιζομένων εὐρώστως ἰσόρροπος ἦν μάχη καὶ συχνοὶ παρ᾽ ἀμφοτέροις ἔπιπτον: τῶν δὲ Σαμίων καὶ τῶν Μιλησίων ἐπιφανέντων οἱ μὲν Ἕλληνες ἐπερρώσθησαν, οἱ βάρβαροι δὲ καταπλαγέντες πρὸς φυγὴν ὥρμησαν. [5] πολλοῦ δὲ γενομένου φόνου, οἱ μὲν περὶ τὸν Λεωτυχίδην καὶ Ξάνθιππον ἐπικείμενοι τοῖς ἡττημένοις κατεδίωξαν τοὺς βαρβάρους μέχρι τῆς παρεμβολῆς, συνεπελάβοντο δὲ τῆς μάχης ἤδη κεκριμένης Αἰολεῖς καὶ τῶν ἄλλων πολλοὶ τῶν κατὰ τὴν Ἀσίαν: δεινὴ γάρ τις ἐνέπεσεν ἐπιθυμία ταῖς κατὰ τὴν Ἀσίαν πόλεσι τῆς ἐλευθερίας. [6] διόπερ σχεδὸν ἅπαντες οὔθ᾽ ὁμήρων οὔτε ὅρκων ἐποιήσαντο φροντίδα, ἀλλὰ μετὰ τῶν ἄλλων Ἑλλήνων ἀπέκτειναν ἐν τῇ φυγῇ τοὺς βαρβάρους. τοῦτον δὲ τὸν τρόπον ἡττηθέντων τῶν Περσῶν, ἀνῃρέθησαν αὐτῶν πλείους τῶν τετρακισμυρίων: τῶν δὲ διασωθέντων οἱ μὲν εἰς τὴν στρατοπεδείαν διέφυγον, οἱ δὲ εἰς Σάρδεις ἀπεχώρησαν. [7] Ξέρξης δὲ πυθόμενος τήν τε περὶ τὰς Πλαταιὰς ἧτταν καὶ τὴν ἐν τῇ Μυκάλῃ τροπὴν τῶν ἰδίων, μέρος μὲν τῆς δυνάμεως ἀπέλιπεν ἐν Σάρδεσιν, ὅπως διαπολεμῇ πρὸς τοὺς Ἕλληνας, αὐτὸς δὲ τεθορυβημένος μετὰ τῆς λοιπῆς στρατιᾶς προῆγεν, ἐπ᾽ Ἐκβατάνων ποιούμενος τὴν πορείαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: