previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

73. οὗτοι τῆς ἐκ τῶν ἀρχαιρεσιῶν τιμῆς ἀπελαυνόμενοι χαλεπῶς ἔφερον, καὶ συμφρονήσαντες ἀπέστησαν τῶν Συρακοσίων, καὶ τῆς πόλεως κατελάβοντο τήν τε Ἀχραδινὴν καὶ τὴν Νῆσον, ἀμφοτέρων τῶν τόπων τούτων ἐχόντων ἴδιον τεῖχος καλῶς κατεσκευασμένον. [2] οἱ δὲ Συρακόσιοι πάλιν ἐμπεσόντες εἰς ταραχὴν τὸ λοιπὸν τῆς πόλεως κατεῖχον, καὶ τὸ πρὸς τὰς Ἐπιπολὰς τετραμμένον αὐτῆς ἀπετείχισαν καὶ πολλὴν ἀσφάλειαν ἑαυτοῖς κατεσκεύασαν: εὐθὺς γὰρ τῆς ἐπὶ τὴν χώραν ἐξόδου τοὺς ἀφεστηκότας εὐχερῶς εἶργον καὶ ταχὺ τῶν ἐπιτηδείων ἐποίησαν ἀπορεῖν. [3] οἱ δὲ ξένοι τοῖς μὲν πλήθεσιν ἐλείποντο τῶν Συρακοσίων, ταῖς δὲ ἐμπειρίαις ταῖς κατὰ πόλεμον πολὺ προεῖχον: διὸ καὶ γινομένων κατὰ τὴν πόλιν ἐπιθέσεων καὶ κατὰ μέρος συμπλοκῶν, ταῖς μὲν μάχαις οἱ ξένοι ἐπροτέρουν, εἰργόμενοι δὲ τῆς χώρας ἐλείποντο ταῖς παρασκευαῖς καὶ τροφῆς ἐσπάνιζον. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), SYRACU´SAE
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: