previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

73.

μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦρχεν Ἀλκαῖος, ἐν Ῥώμῃ δὲ ὑπῆρχον ὕπατοι Ὀπίτερος Λουκρήτιος καὶ Λεύκιος Σέργιος Φιδηνιάτης. ἐπὶ δὲ τούτων Ἀθηναῖοι τοῖς Δηλίοις ἐγκαλοῦντες ὅτι λάθρᾳ πρὸς Λακεδαιμονίους συντίθενται συμμαχίαν, ἐξέβαλον αὐτοὺς ἐκ τῆς νήσου καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τοῖς δ᾽ ἐκπεσοῦσι Δηλίοις Φαρνιάκης σατράπης ἔδωκεν οἰκεῖν πόλιν Ἀδραμύτιον. [2] οἱ δ᾽ Ἀθηναῖοι προχειρισάμενοι στρατηγὸν Κλέωνα τὸν δημαγωγόν, καὶ δόντες ἀξιόλογον δύναμιν πεζήν, ἐξέπεμψαν εἰς τοὺς ἐπὶ Θρᾴκης τόπους. οὗτος δὲ πλεύσας εἰς Σκιώνην, κἀκεῖθεν προσλαβόμενος στρατιώτας ἐκ τῶν πολιορκούντων τὴν πόλιν, ἀπέπλευσε καὶ κατῆρεν εἰς Τορώνην: ἐγίνωσκε γὰρ τὸν μὲν Βρασίδαν ἐκ τούτων τῶν τόπων ἀπεληλυθότα, πρὸς δὲ τῇ Τορώνῃ τοὺς ἀπολελειμμένους στρατιώτας οὐκ ὄντας ἀξιομάχους. [3] πλησίον δὲ τῆς Τορώνης καταστρατοπεδεύσας καὶ πολιορκήσας ἅμα κατὰ γῆν καὶ κατὰ θάλατταν, εἷλε κατὰ κράτος τὴν πόλιν, καὶ τοὺς μὲν παῖδας καὶ τὰς γυναῖκας ἠνδραποδίσατο, αὐτοὺς δὲ καὶ τοὺς τὴν πόλιν φρουροῦντας αἰχμαλώτους λαβών, σήσας ἀπέστειλεν εἰς τὰς Ἀθήνας: τῆς δὲ πόλεως ἀπολιπὼν τὴν ἱκανὴν φρουρὰν ἐξέπλευσε μετὰ τῆς δυνάμεως, καὶ κατῆρε τῆς Θρᾴκης ἐπὶ Στρυμόνα ποταμόν. καταστρατοπεδεύσας δὲ πλησίον πόλεως Ἠιόνος, ἀπεχούσης ἀπὸ τῆς Ἀμφιπόλεως σταδίους ὡς τριάκοντα, προσβολὰς ἐποιεῖτο τῷ πολίσματι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: