previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

52.

ἀπενεχθείσης δὲ τῆς νίκης εἰς Ἀθήνας, μὲν δῆμος ἐκ τῶν προτέρων συμφορῶν ἀνελπίστους εὐτυχίας ὁρῶν τῇ πόλει προσγεγενημένας μετέωρος ἦν ἐπὶ τοῖς εὐημερήμασι, καὶ τοῖς μὲν θεοῖς πανδημεὶ θυσίας καὶ πανηγύρεις ἐποιήσατο, εἰς δὲ τὸν πόλεμον ἐπέλεξε χιλίους τῶν ὁπλιτῶν τοὺς κρατίστους, ἱππεῖς δ᾽ ἑκατόν, πρὸς δὲ τούτοις τριάκοντα τριήρεις ἀπέστειλε τοῖς περὶ τὸν Ἀλκιβιάδην, ὅπως τὰς περὶ Λακεδαιμονίους πόλεις ἀδεῶς πορθῶσι κρατοῦντες τῆς θαλάττης. [2] οἱ δὲ Λακεδαιμόνιοι ὡς ἤκουσαν τὴν περὶ Κύζικον αὐτοῖς γενομένην συμφοράν, πρέσβεις ἐξέπεμψαν εἰς Ἀθήνας ὑπὲρ εἰρήνης, ὧν ἦν ἀρχιπρεσβευτὴς Ἔνδιος. ἐξουσίας δ᾽ αὐτῷ δοθείσης παρελθὼν συντόμως καὶ λακωνικῶς διελέχθη: διόπερ ἔκρινα μὴ παραλιπεῖν τοὺς ῥηθέντας λόγους. [3] βουλόμεθα πρὸς ὑμᾶς ἄγειν εἰρήνην, ἄνδρες Ἀθηναῖοι, καὶ τὰς μὲν πόλεις ἔχειν ἃς ἑκάτεροι κρατοῦμεν, τὰ δὲ φρούρια τὰ παρ᾽ ἀλλήλοις καταλῦσαι, τῶν δ᾽ αἰχμαλώτων λυτροῦντες ἀνθ᾽ ἑνὸς Ἀθηναίου λαβεῖν ἕνα Λάκωνα. οὐ γὰρ ἀγνοοῦμεν τὸν πόλεμον ἀμφοτέροις μὲν βλαβερόν, πολὺ δὲ μᾶλλον ὑμῖν. [4] παραπέμψαντες δὲ τὸν ἐμὸν λόγον ἐκ τῶν πραγμάτων μάθετε. ἡμεῖς μὲν ἅπασαν τὴν Πελοπόννησον γεωργοῦμεν, ὑμεῖς δὲ βραχὺ μέρος τῆς Ἀττικῆς: καὶ Λάκωσι μὲν πόλεμος πολλοὺς συνέθηκε συμμάχους, Ἀθηναίων δὲ τοσούτους ἀφείλατο ὅσους τοῖς πολεμίοις ἔδωκε: καὶ ἡμῖν μὲν πλουσιώτατος τῶν κατὰ τὴν οἰκουμένην βασιλέων χορηγός ἐστι τοῦ πολέμου, ὑμῖν δὲ οἱ πενιχρότατοι τῶν κατὰ τὴν οἰκουμένην: [5] διόπερ οἱ μὲν ἡμέτεροι κατὰ τὸ μέγεθος τῶν μισθῶν προθύμως στρατεύονται, οἱ δὲ ὑμέτεροι, τὰς εἰσφορὰς ἀπὸ τῶν ἰδίων διδόντες οὐσιῶν, ἅμα καὶ τὰς κακοπαθείας φεύγουσι καὶ τὰς δαπάνας. [6] ἔπειθ᾽ ἡμεῖς μὲν κατὰ θάλατταν πολεμοῦντες σκάφεσι πολιτικοῖς μόνον κινδυνεύομεν, ὑμεῖς δὲ πολίτας ἔχετε τοὺς πλείστους ἐν ταῖς ναυσίν. τὸ δὲ μέγιστον, ἡμεῖς μὲν κἂν κρατηθῶμεν ἐν τοῖς κατὰ θάλατταν πράγμασι, τήν γε κατὰ γῆν ἡγεμονίαν ὁμολογουμένως ἔχομεν: οὐδὲ γὰρ οἶδε τὸ φυγεῖν πεζὸς Σπαρτιάτης: ὑμεῖς δὲ τῆς θαλάττης ἐκβληθέντες οὐχ ὑπὲρ ἡγεμονίας πεζῆς, ἀλλ᾽ ὑπὲρ ἀναστάσεως ἀγωνιᾶτε. [7] καταλείπεταί μοι διδάξαι, πῶς τοσαῦτα καὶ τηλικαῦτα πλεονεκτοῦντες ἐν τῷ πολεμεῖν εἰρήνην ἄγειν παρακαλοῦμεν. ἐγὼ δ᾽ ὠφελεῖσθαι μὲν ἐκ τοῦ πολεμεῖν οὔ φημι τὴν Σπάρτην, βλάπτεσθαι μέντοι γε ἔλαττον τῶν Ἀθηναίων. ἀποπλήκτων δὲ εὐδοκεῖν συνατυχοῦντας τοῖς πολεμίοις, παρὸν μηδ᾽ ὅλως ἀτυχίας λαβεῖν πεῖραν: οὐ τοσαύτην γὰρ τῶν πολεμίων ἀπώλεια φέρει χαράν, ἡλίκην ἔχει λύπην τῶν ἰδίων ταλαιπωρία. [8] οὐ μόνον δὲ τούτων ἕνεκα διαλυθῆναι σπεύδομεν,ἀλλὰ καὶ τὸ πάτριον ἔθος τηροῦντες: θεωροῦντες γὰρ τὰς ἐν τῷ πολέμῳ φιλονεικίας πολλὰ καὶ δεινὰ πάθη ποιούσας, οἰόμεθα δεῖν φανερὸν ποιῆσαι πᾶσι καὶ θεοῖς καὶ ἀνθρώποις, ὅτι τούτων ἥκιστα πάντων ἐσμὲν αἴτιοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: