previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12.

τῶν δὲ Συρακοσίων κατεσκευακότων ἀπὸ θαλάττης εἰς θάλατταν διατείχισμα αὑτῶν προσέπεσον οἱ μισθοφόροι τῷ τείχει μετὰ πολλῆς βοῆς καὶ καταπλήξεως καὶ πολλοὺς μὲν τῶν φυλάκων ἀνεῖλον, τοῦ δὲ τείχους ἐντὸς γενόμενοι πρὸς τοὺς ἐκβοηθοῦντας διηγωνίζοντο. [2] δὲ Δίων ἀνελπίστως παρεσπονδημένος μετὰ τῶν ἀρίστων στρατιωτῶν ἀπήντα τοῖς πολεμίοις καὶ συνάψας μάχην πολὺν ἐποίει φόνον. ἐν σταδίῳ γὰρ ὥσπερ, τῷ ὀλίγῳ δὴ διαστήματι τῆς διατειχίσεως, μάχης οὔσης συνέδραμε πλῆθος στρατιωτῶν εἰς στενὸν τόπον. [3] διὸ καὶ παρ᾽ ἀμφοτέροις οἱ ταῖς ἀνδραγαθίαις πρωτεύοντες συγκατέβησαν εἰς τὸν κίνδυνον: καὶ τῶν μὲν τοῦ Διονυσίου μισθοφόρων διὰ τὸ μέγεθος τῶν ἐπαγγελιῶν, τῶν δὲ Συρακοσίων διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας εἰς ὑπερβάλλουσαν φιλοτιμίαν ἐκτραπέντων τὸ μὲν πρῶτον ἰσόρροπος ἦν μάχη, τῆς παρ᾽ ἀμφοτέροις ἀρετῆς οὔσης ἰσομάχου, καὶ πολλοὶ μὲν ἔπιπτον, οὐκ ὀλίγοιδὲ κατετιτρώσκοντο πάσας τὰς πληγὰς ἐναντίας λαμβάνοντες: οἱ μὲν γὰρ πρωτοστάται τὸν ὑπὲρ τῶν ἄλλων θάνατον ὑπέμενον εὐψύχως, οἱ δ᾽ ἐπιτεταγμένοι τοὺς πίπτοντας ὑπερασπίζοντες καὶ τοῖς δεινοῖς ἐγκαρτεροῦντες τοὺς ἐσχάτους κινδύνους ὑπὲρ τῆς νίκης ἀνεδέχοντο. [4] μετὰ δὲ ταῦτα Δίων μὲν ἀριστεῦσαι βουλόμενος ἐν τῇ μάχῃ καὶ σπεύδων δι᾽ ἑαυτοῦ περιποιήσασθαι τὴν νίκην εἰς μέσους ἐβιάσατο τοὺς πολεμίους: ἡρωικῶς δ᾽ ἀγωνιζόμενος πολλοὺς μὲν ἐφόνευσε, τὴν δ᾽ ὅλην σύνταξιν τῶν μισθοφόρων διακόψας ἐναπελήφθη μόνος τῷ πλήθει: πολλῶν δ᾽ ἐπ᾽ αὐτὸν ῥιφέντων βελῶν εἴς τε τὴν ἀσπίδα καὶ τὸ κράνος ταῦτα μὲν ἐξέφυγε διὰ τὴν τῶν ὅπλων κατασκευήν, εἰς δὲ τὸν δεξιὸν βραχίονα τρωθεὶς συγκατηνέχθη τῷ βάρει τῆς πληγῆς καὶ τοῖς πολεμίοις παρ᾽ ὀλίγον ὑποχείριος ἐγένετο. [5] οἱ δὲ Συρακόσιοι δείσαντες ὑπὲρ τῆς κατὰ τὸν στρατηγὸν σωτηρίας ἐπέρραξαν τοῖς μισθοφόροις βαρείᾳ τῇ συντάξει καὶ τὸν μὲν Δίωνα καταπονούμενον ἐξήρπασαν ἐκ τῶν κινδύνων, τοὺς δὲ πολεμίους βιασάμενοι φυγεῖν ἠνάγκασαν. ὁμοίως δὲ καὶ κατὰ τὸν ἄλλον τόπον τοῦ τείχους προτερούντων τῶν Συρακοσίων οἱ τοῦ τυράννου μισθοφόροι συνεδιώχθησαν ἐντὸς πυλῶν τῶν ἐν τῇ Νήσῳ. ἐπιφανεῖ δὲ μάχῃ νικήσαντες οἱ Συρακόσιοι καὶ τὴν ἐλευθερίαν βεβαίως κτησάμενοι τρόπαιον ἔστησαν κατὰ τοῦ τυράννου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: