previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1238α] οὐ γάρ ἐστιν ἄνευ πείρας οὐδὲ μιᾶς ἡμέρας φίλος, ἀλλὰ χρόνου δεῖ. διὸ εἰς παροιμίαν ἐλήλυθεν μέδιμνος τῶν ἁλῶν: ἅμα δὲ δεῖ μὴ μόνον ἁπλῶς ἀγαθὸν εἶναι, ἀλλὰ καὶ σοί, εἰ δὴ φίλος ἔσται σοὶ φίλος. ἀγαθὸς μὲν γὰρ [5] ἁπλῶς ἐστι τῷ ἀγαθὸς εἶναι, φίλος δὲ τῷ ἄλλῳ ἀγαθός, ἁπλῶς δ᾽ ἀγαθὸς καὶ φίλος, ὅταν συμφωνήσῃ ταῦτ᾽ ἄμφω, ὥστε ἐστιν ἁπλῶς ἀγαθόν, τὸ τούτου ἄλλῳ, εἰ καὶ μὴ ἁπλῶς μὲν σπουδαίῳ, ἄλλῳ δ᾽ ἀγαθός, ὅτι χρήσιμος. τὸ δὲ πολλοῖς ἅμα εἶναι φίλον καὶ τὸ φιλεῖν κωλύει: οὐ [10] γὰρ οἷόν τε ἅμα πρὸς πολλοὺς ἐνεργεῖν.

ἐκ δὴ τούτων φανερὸν ὅτι ὀρθῶς λέγεται ὅτι φιλία τῶν βεβαίων, ὥσπερ εὐδαιμονία τῶν αὐτάρκων. καὶ ὀρθῶς εἴρηται γὰρ φύσις βέβαιον, οὐ τὰ χρήματα.
Eur. El. 941 πολὺ δὲ κάλλιον εἰπεῖν ὅτι ἀρετὴ τῆς φύσεως, καὶ ὅτι [15] χρόνος λέγεται δεικνύναι τὸν φιλούμενον, καὶ αἱ ἀτυχίαι μᾶλλον τῶν εὐτυχιῶν. τότε γὰρ δῆλον ὅτι κοινὰ τὰ τῶν φίλωνοὗτοι γὰρ μόνοι ἀντὶ τῶν φύσει ἀγαθῶν καὶ φύσει κακῶν, περὶ αἱ εὐτυχίαι καὶ αἱ δυστυχίαι, αἱροῦνται μᾶλλον ἄνθρωπον τούτων τὰ μὲν εἶναι τὰ δὲ μὴ εἶναι): δ᾽ ἀτυχία δηλοῖ τοὺς μὴ ὄντως [20] ὄντας φίλους, ἀλλὰ διὰ τὸ χρήσιμον τυχόντας. δὲ χρόνος δηλοῖ ἀμφοτέρους: οὐδὲ γὰρ χρήσιμος ταχὺ δῆλος, ἀλλ᾽ ἡδὺς μᾶλλον. πλὴν οὐδ᾽ ἁπλῶς ἡδὺς ταχύ. ὅμοιοι γὰρ οἱ ἄνθρωποι τοῖς οἴνοις καὶ ἐδέσμασιν: ἐκείνων τε γὰρ τὸ μὲν ἡδὺ ταχὺ δηλοῖ, πλείω δὲ χρόνον γινόμενον ἀηδὲς [25] καὶ οὐ γλυκύ, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁμοίως. ἔστι γὰρ καὶ τὸ ἁπλῶς ἡδὺ τῷ τέλει ὁριστέον καὶ τῷ χρόνῳ. ὁμολογήσαιεν δ᾽ ἂν καὶ οἱ πολλοί, ὅτι ἐκ τῶν ἀποβαινόντων μόνον, ἀλλ᾽ ὥσπερ ἐπὶ τοῦ πόματος καλοῦσι γλύκιον: τοῦτο γὰρ διὰ τὸ ἀποβαῖνον οὐχ ἡδύ, ἀλλὰ διὰ τὸ μὴ συνεχές, ἀλλὰ τὸ πρῶτον ἐξαπατᾷ. [30]

μὲν οὖν πρώτη φιλία, καὶ δι᾽ ἣν αἱ ἄλλαι λέγονται, κατ᾽ ἀρετὴν ἐστί, καὶ δι᾽ ἡδονὴν τὴν ἀρετῆς, ὥσπερ εἴρηται πρότερον: αἱ δ᾽ ἄλλαι ἐγγίνονται φιλίαι καὶ ἐν παισὶ καὶ θηρίοις καὶ τοῖς φαύλοις. ὅθεν λέγεται, “ἥλιξ ἥλικα τέρπεικαὶκακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ.
Eur. Fr. 298 Bellerophontes [35] ἐνδέχεται γὰρ καὶ ἡδεῖς ἀλλήλοις εἶναι τοὺς φαύλους, οὐχ φαῦλοι μηδέτεροι, ἀλλ᾽ οἷον ᾠδικοὶ ἄμφω, μὲν φιλῳδὸς δ᾽ ᾠδικὸς ἐστίν, καὶ πάντες ἔχουσιν ἀγαθὸν καὶ ταύτῃ συναρμόττουσιν ἀλλήλοις: ἔτι χρήσιμοι ἂν εἶεν ἀλλήλοις καὶ ὠφέλιμοι, οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὴν προαίρεσιν, οὐδέτεροι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: