previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1072α] [1] τὸ αὐτὸ ἑαυτὸ κινοῦν: ὕστερον γὰρ καὶ ἅμα τῷ οὐρανῷ ψυχή, ὡς φησίν. τὸ μὲν δὴ δύναμιν οἴεσθαι ἐνεργείας πρότερον ἔστι μὲν ὡς καλῶς ἔστι δ᾽ ὡς οὔεἴρηται δὲ πῶς): ὅτι δ᾽ [5] ἐνέργεια πρότερον, μαρτυρεῖ Ἀναξαγόρας γὰρ νοῦς ἐνέργειακαὶ Ἐμπεδοκλῆς φιλίαν καὶ τὸ νεῖκος, καὶ οἱ ἀεὶ λέγοντες κίνησιν εἶναι, ὥσπερ Λεύκιππος: ὥστ᾽ οὐκ ἦν ἄπειρον χρόνον χάος νύξ, ἀλλὰ ταὐτὰ ἀεὶ περιόδῳ ἄλλως, εἴπερ πρότερον ἐνέργεια δυνάμεως. εἰ δὴ τὸ αὐτὸ [10] ἀεὶ περιόδῳ, δεῖ τι ἀεὶ μένειν ὡσαύτως ἐνεργοῦν. εἰ δὲ μέλλει γένεσις καὶ φθορὰ εἶναι, ἄλλο δεῖ εἶναι ἀεὶ ἐνεργοῦν ἄλλως καὶ ἄλλως. ἀνάγκη ἄρα ὡδὶ μὲν καθ᾽ αὑτὸ ἐνεργεῖν ὡδὶ δὲ κατ᾽ ἄλλο: ἤτοι ἄρα καθ᾽ ἕτερον κατὰ τὸ πρῶτον. ἀνάγκη δὴ κατὰ τοῦτο: πάλιν γὰρ ἐκεῖνο [15] αὐτῷ τε αἴτιον κἀκείνῳ. οὐκοῦν βέλτιον τὸ πρῶτον: καὶ γὰρ αἴτιον ἦν ἐκεῖνο τοῦ ἀεὶ ὡσαύτως: τοῦ δ᾽ ἄλλως ἕτερον, τοῦ δ᾽ ἀεὶ ἄλλως ἄμφω δηλονότι. οὐκοῦν οὕτως καὶ ἔχουσιν αἱ κινήσεις. τί οὖν ἄλλας δεῖ ζητεῖν ἀρχάς;

ἐπεὶ δ᾽ οὕτω τ᾽ ἐνδέχεται, καὶ εἰ μὴ οὕτως, ἐκ νυκτὸς [20] ἔσται καὶ ὁμοῦ πάντων καὶ ἐκ μὴ ὄντος, λύοιτ᾽ ἂν ταῦτα, καὶ ἔστι τι ἀεὶ κινούμενον κίνησιν ἄπαυστον, αὕτη δ᾽ κύκλῳκαὶ τοῦτο οὐ λόγῳ μόνον ἀλλ᾽ ἔργῳ δῆλον), ὥστ᾽ ἀΐδιος ἂν εἴη πρῶτος οὐρανός. ἔστι τοίνυν τι καὶ κινεῖ. ἐπεὶ δὲ τὸ κινούμενον καὶ κινοῦν καὶ μέσον, †τοίνυν[25] ἔστι τι οὐ κινούμενον κινεῖ, ἀΐδιον καὶ οὐσία καὶ ἐνέργεια οὖσα. κινεῖ δὲ ὧδε τὸ ὀρεκτὸν καὶ τὸ νοητόν: κινεῖ οὐ κινούμενα. τούτων τὰ πρῶτα τὰ αὐτά. ἐπιθυμητὸν μὲν γὰρ τὸ φαινόμενον καλόν, βουλητὸν δὲ πρῶτον τὸ ὂν καλόν: ὀρεγόμεθα δὲ διότι δοκεῖ μᾶλλον δοκεῖ διότι ὀρεγόμεθα: [30] ἀρχὴ γὰρ νόησις. νοῦς δὲ ὑπὸ τοῦ νοητοῦ κινεῖται, νοητὴ δὲ ἑτέρα συστοιχία καθ᾽ αὑτήν: καὶ ταύτης οὐσία πρώτη, καὶ ταύτης ἁπλῆ καὶ κατ᾽ ἐνέργειανἔστι δὲ τὸ ἓν καὶ τὸ ἁπλοῦν οὐ τὸ αὐτό: τὸ μὲν γὰρ ἓν μέτρον σημαίνει, τὸ δὲ ἁπλοῦν πὼς ἔχον αὐτό). ἀλλὰ μὴν καὶ τὸ καλὸν καὶ [35] τὸ δι᾽ αὑτὸ αἱρετὸν ἐν τῇ αὐτῇ συστοιχίᾳ: καὶ ἔστιν ἄριστον ἀεὶ ἀνάλογον τὸ πρῶτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: