previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1056α] [1] εἰ γὰρ ἅμα ἐνεδέχετο, γελοῖον τὸ ἐρώτημα: εἰ δέ, καὶ οὕτως ὁμοίως ἐμπίπτει εἰς ἀντίθεσιν, εἰς τὸ ἓν πολλά, οἷον πότερον ἀμφότεροι ἦλθον ἅτερος):

εἰ δὴ ἐν τοῖς ἀντικειμένοις ἀεὶ τοῦ ποτέρου ζήτησις, λέγεται δὲ πότερον μεῖζον [5] ἔλαττον ἴσον, τίς ἐστιν ἀντίθεσις πρὸς ταῦτα τοῦ ἴσου; οὔτε γὰρ θατέρῳ μόνῳ ἐναντίον οὔτ᾽ ἀμφοῖν: τί γὰρ μᾶλλον τῷ μείζονι τῷ ἐλάττονι; ἔτι τῷ ἀνίσῳ ἐναντίον τὸ ἴσον, ὥστε πλείοσιν ἔσται ἑνί. εἰ δὲ τὸ ἄνισον σημαίνει τὸ αὐτὸ ἅμα ἀμφοῖν, εἴη μὲν ἂν ἀντικείμενον ἀμφοῖν [10]καὶ ἀπορία βοηθεῖ τοῖς φάσκουσι τὸ ἄνισον δυάδα εἶναι), ἀλλὰ συμβαίνει ἓν δυοῖν ἐναντίον: ὅπερ ἀδύνατον. ἔτι τὸ μὲν ἴσον μεταξὺ φαίνεται μεγάλου καὶ μικροῦ, ἐναντίωσις δὲ μεταξὺ οὐδεμία οὔτε φαίνεται οὔτε ἐκ τοῦ ὁρισμοῦ δυνατόν: οὐ γὰρ ἂν εἴη τελεία μεταξύ τινος οὖσα, ἀλλὰ μᾶλλον [15] ἔχει ἀεὶ ἑαυτῆς τι μεταξύ. λείπεται δὴ ὡς ἀπόφασιν ἀντικεῖσθαι ὡς στέρησιν. θατέρου μὲν δὴ οὐκ ἐνδέχεταιτί γὰρ μᾶλλον τοῦ μεγάλου μικροῦ;): ἀμφοῖν ἄρα ἀπόφασις στερητική, διὸ καὶ πρὸς ἀμφότερα τὸ πότερον λέγεται, πρὸς δὲ θάτερον οὔοἷον πότερον μεῖζον ἴσον, πότερον ἴσον [20] ἔλαττον), ἀλλ᾽ ἀεὶ τρία. οὐ στέρησις δὲ ἐξ ἀνάγκης: οὐ γὰρ πᾶν ἴσον μὴ μεῖζον ἔλαττον, ἀλλ᾽ ἐν οἷς πέφυκεν ἐκεῖνα.

ἔστι δὴ τὸ ἴσον τὸ μήτε μέγα μήτε μικρόν, πεφυκὸς δὲ μέγα μικρὸν εἶναι: καὶ ἀντίκειται ἀμφοῖν ὡς ἀπόφασις στερητική, διὸ καὶ μεταξύ ἐστιν. καὶ τὸ μήτε [25] ἀγαθὸν μήτε κακὸν ἀντίκειται ἀμφοῖν, ἀλλ᾽ ἀνώνυμον: πολλαχῶς γὰρ λέγεται ἑκάτερον καὶ οὐκ ἔστιν ἓν τὸ δεκτικόν, ἀλλὰ μᾶλλον τὸ μήτε λευκὸν μήτε μέλαν. ἓν δὲ οὐδὲ τοῦτο λέγεται, ἀλλ᾽ ὡρισμένα πως ἐφ᾽ ὧν λέγεται στερητικῶς ἀπόφασις αὕτη: ἀνάγκη γὰρ φαιὸν [30] ὠχρὸν εἶναι τοιοῦτόν τι ἄλλο. ὥστε οὐκ ὀρθῶς ἐπιτιμῶσιν οἱ νομίζοντες ὁμοίως λέγεσθαι πάντα, ὥστε ἔσεσθαι ὑποδήματος καὶ χειρὸς μεταξὺ τὸ μήτε ὑπόδημα μήτε χεῖρα, ἔπειπερ καὶ τὸ μήτε ἀγαθὸν μήτε κακὸν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὡς πάντων ἐσομένου τινὸς μεταξύ. οὐκ ἀνάγκη [35] δὲ τοῦτο συμβαίνειν. μὲν γὰρ ἀντικειμένων συναπόφασίς ἐστιν ὧν ἔστι μεταξύ τι καὶ διάστημά τι πέφυκεν εἶναι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
  • Cross-references to this page (1):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: