previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

σημείων δὲ πολλῶν γενομένων τῆς Νίκης ἐπιφανέστατον ἱστορεῖται τὸ περὶ Τράλλεις. ἐν γὰρ ἱερῷ Νίκης ἀνδριὰς εἱστήκει Καίσαρος, καὶ τὸ περὶ αὐτῷ χωρίον αὐτό τε στερεὸν φύσει καὶ λίθῳ σκληρῷ κατεστρωμένον ἦν ἄνωθεν ἐκ τούτου λέγουσιν ἀνατεῖλαι φοίνικα παρὰ τὴν βάσιν τοῦ ἀνδριάντος. ἐν δὲ Παταβίῳ Γάϊος Κορνήλιος, ἀνὴρ εὐδόκιμος ἐπὶ μαντικῇ, Λιβίου τοῦ συγγραφέως πολίτης καὶ γνώριμος, ἐτύγχανεν ἐπ᾽ οἰωνοῖς καθήμενος ἐκείνην τὴν ἡμέραν. [2] καὶ πρῶτον μέν, ὡς Λίβιός φησι, τὸν καιρὸν ἔγνω τῆς μάχης, καὶ πρὸς τοὺς παρόντας εἶπεν ὅτι καὶ δὴ περαίνεται τὸ χρῆμα καὶ συνίασιν εἰς ἔργον οἱ ἄνδρες, αὖθις δὲ πρὸς τῇ θέᾳ γενόμενος καὶ τὰ σημεῖα κατιδών ἀνήλατο μετ᾽ ἐνθουσιασμοῦ βοῶν, ‘νικᾷς, Καῖσαρἐκπλαγέντων δὲ τῶν παρατυχόντων περιελὼν τὸν στέφανον ἀπὸ τῆς κεφαλῆς ἐνωμότως ἔφη μὴ πρὶν ἐπιθήσεσθαι πάλιν τῇ τέχνῃ μαρτυρῆσαι τὸ ἔργον, ταῦτα μὲν οὖν Λίβιος οὕτως γενέσθαι καταβεβαιοῦται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: