previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κάτωνα δὲ λαβεῖν ζῶντα φιλοτιμούμενος ἔσπευδε πρὸς Ἰτύκην ἐκείνην γὰρ παραφυλάττων τὴν πόλιν οὐ μετέσχε τοῦ ἀγῶνος, πυθόμενος δὲ ὡς ἑαυτὸν ἀνὴρ διεργάσαιτο, δῆλος μὲν ἦν δηχθείς, ἐφ᾽ δὲ ἄδηλον. εἶπε δ᾽ οὖν Κάτων, φθονῶ σοι τοῦ θανάτου: καὶ γὰρ σύ μοι τῆς σωτηρίας ἐφθόνησας.’ μὲν οὖν μετὰ ταῦτα γραφεὶς ὑπ᾽ αὑτοῦ πρὸς Κάτωνα τεθνεῶτα λόγος οὐ δοκεῖ πρᾴως ἔχοντος οὐδὲ εὐδιαλλάκτως σημεῖον εἶναι. πῶς γὰρ ἂν ἐφείσατο ζῶντος εἰς ἀναίσθητον ἐκχέας ὀργὴν τοσαύτην; [2] τῇ δὲ πρὸς Κικέρωνα καὶ Βροῦτον αὑτοῦ καὶ μυρίους ἄλλους τῶν πεπολεμηκότων ἐπιεικείᾳ τεκμαίρονται καὶ τὸν λόγον ἐκεῖνον οὐκ ἐξ ἀπεχθείας, ἀλλὰ φιλοτιμίᾳ πολιτικῇ συντετάχθαι διὰ τοιαύτην αἰτίαν. ἔγραψε Κικέρων ἐγκώμιον Κάτωνος, ὄνομα τῷ λόγῳ θέμενος Κάτωνα: καὶ πολλοῖς λόγος ἦν διὰ σπουδῆς, ὡς εἰκός, ὑπὸ τοῦ δεινοτάτου τῶν ῥητόρων εἰς τὴν καλλίστην πεποιημένος ὑπόθεσιν. [3] τοῦτο ἠνία Καίσαρα, κατηγορίαν αὑτοῦ νομίζοντα τὸν τοῦ τεθνηκότος δι᾽ αὐτὸν ἔπαινον. ἔγραψεν οὖν πολλάς τινας κατὰ τοῦ Κάτωνος αἰτίας συναγαγών τὸ δὲ βιβλίον Ἀντικάτων ἐπιγέγραπται. καὶ σπουδαστὰς ἔχει τῶν λόγων ἑκάτερος διὰ Καίσαρα καὶ Κάτωνα πολλούς. [p. 570]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: