This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[112]
εἰ γὰρ εἰπεῖν τι καὶ περὶ τούτων ἤδη δεῖ, οὐ μέτεστι τῶν ἴσων οὐδὲ τῶν ὁμοίων, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τοὺς πλουσίους τοῖς λοιποῖς ἡμῖν, οὐ μέτεστιν, οὔ: ἀλλὰ καὶ χρόνοι τούτοις τοῦ τὴν δίκην ὑποσχεῖν, οὓς ἂν αὐτοὶ βούλωνται, δίδονται, καὶ τἀδικήμαθ᾽ ἕωλα τὰ τούτων ὡς ὑμᾶς καὶ ψύχρ᾽ ἀφικνεῖται, τῶν δ᾽ ἄλλων ἡμῶν ἕκαστος, ἄν τι συμβῇ, πρόσφατος κρίνεται. καὶ μάρτυρές εἰσιν ἕτοιμοι τούτοις καὶ συνήγοροι πάντες καθ᾽ ἡμῶν εὐτρεπεῖς: ἐμοὶ δ᾽ οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλοντας ὁρᾶτ᾽ ἐνίους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.