This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[74]
ἐγὼ δ᾽ ὑπ᾽ ἐχθροῦ, νήφοντος, ἕωθεν, ὕβρει καὶ οὐκ οἴνῳ τοῦτο ποιοῦντος, ἐναντίον πολλῶν καὶ ξένων καὶ πολιτῶν ὑβριζόμην, καὶ ταῦτ᾽ ἐν ἱερῷ καὶ οἷ πολλή μοι ἦν ἀνάγκη βαδίζειν χορηγοῦντι. καὶ ἐμαυτὸν μέν γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, σωφρόνως, μᾶλλον δ᾽ εὐτυχῶς οἶμαι βεβουλεῦσθαι, ἀνασχόμενον τότε καὶ οὐδὲν ἀνήκεστον ἐξαχθέντα πρᾶξαι: τῷ δ᾽ Εὐαίωνι καὶ πᾶσιν, εἴ τις αὑτῷ βεβοήθηκεν ἀτιμαζόμενος, πολλὴν συγγνώμην ἔχω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.