This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[58]
φέρε δὴ πρὸς θεῶν κἀκεῖνο σκέψασθε. παραιτήσομαι δ᾽ ὑμᾶς μηδὲν ἀχθεσθῆναί μοι, ἐὰν ἐπὶ συμφορᾶς τινῶν γεγονότων ὀνομαστὶ μνησθῶ: οὐ γὰρ ὀνειδίσαι μὰ τοὺς θεοὺς οὐδενὶ δυσχερὲς οὐδὲν βουλόμενος τοῦτο ποιήσω, ἀλλὰ δεῖξαι τὸ βιάζεσθαι καὶ ὑβρίζειν καὶ τὰ τοιαῦτα ποιεῖν ὡς ἅπαντες ὑμεῖς οἱ ἄλλοι φεύγετε. Σαννίων ἐστὶ δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων: οὗτος ἀστρατείας ἑάλω καὶ κέχρηται συμφορᾷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.