This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τὸ μὲν γὰρ τοὺς ὅρκους ἀπολαβεῖν, καὶ περὶ τῶν ἄλλων διαλεχθῆναι, καὶ περὶ τῶν αἰχμαλώτων εἰπεῖν, κἂν εἰ τοὺς ὑπηρέτας ἔπεμψεν ἡ πόλις περιθεῖσα πίστιν αὐτοῖς, ἅπαντ᾽ ἂν πραχθῆναι νομίζω: τὸ δὲ ὑπὲρ τῶν ὅλων ὀρθῶς βουλεύσασθαι, ὅσα καθ᾽ ἡμᾶς ἐστιν ἢ Φίλιππον, τοῦτο ἤδη ἔργον ἐστὶ πρέσβεων φρονίμων. λέγω δέ,’ ἔφην ἐγώ, ‘περὶ τῆς εἰς Πύλας στρατείας, ἣν ὁρᾶτε οὖσαν ἐν παρασκευῇ. ὅτι δὲ οὐ κακῶς στοχάζομαι περὶ τοῦ πράγματος, μεγάλα τούτων ὑμῖν σημεῖα δείξω.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.