Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘βούλομαι δ᾽ ὑμῖν’ ἔφη ‘καὶ ἐπιδεῖξαι, ὡς δεῖ τὸ πρᾶγμα γίγνεσθαι.’ ἅμα δ᾽ ἐκέλευσεν ἀναγνωσθῆναι τὸ ψήφισμα τοῦ δήμου. ἀναγνωσθέντος δὲ εἶπεν, ὅτι ‘κατὰ τοῦτο ἐξεπέμφθημεν, καὶ ταῦτα ἐπράττομεν ἃ ἐνταυθοῖ γέγραπται. λαβὲ δή μοι καὶ τὴν ἐπιστολὴν ἣν ἥκομεν παρὰ Φιλίππου φέροντες.’ ἐπειδὴ δὲ ἀνεγνώσθη, ‘ἀπέχετε’ ἔφη ‘τὴν ἀπόκρισιν, καὶ λοιπὸν ὑμῖν ἐστι βουλεύσασθαι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.