Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἅπαντας γὰρ ὑμᾶς οἶμαι τοῦτό γε αὐτοὺς1 μνημονεύειν, ὅθ᾽ οἱ πρέσβεις οἱ τῶν Εὐβοέων, ἐπειδὴ περὶ τῆς πρὸς αὑτοὺς εἰρήνης τῷ δήμῳ διελέχθησαν, εἶπον, ὅτι καὶ Φίλιππος αὐτοὺς κελεύσειεν ὑμῖν ἀπαγγεῖλαι ὅτι βούλεται διαλύσασθαι πρὸς ὑμᾶς καὶ εἰρήνην2 ἄγειν. οὐ πολλῷ δ᾽ ὕστερον χρόνῳ Φρύνων ὁ Ῥαμνούσιος ἑάλω ὑπὸ λῃστῶν ἐν ταῖς σπονδαῖς ταῖς Ὀλυμπιακαῖς, ὡς αὐτὸς ᾐτιᾶτο: ἐπειδὴ δ᾽ ἐπανῆλθε δεῦρο λυτρωθείς, ἐδεῖτο ὑμῶν πρεσβευτὴν αὑτῷ πρὸς Φίλιππον ἑλέσθαι, ἵνα, εἴ πως δύναιτο, ἀπολάβοι τὰ λύτρα. πεισθέντες δ᾽ ὑμεῖς εἵλεσθ᾽ αὐτῷ Κτησιφῶντα πρεσβευτήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.