Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρακαλῶ δὲ Εὔβουλον μὲν ἐκ τῶν πολιτικῶν καὶ σωφρόνων ἀνδρῶν συνήγορον, Φοκίωνα δ᾽ ἐκ τῶν στρατηγῶν, ἅμα δὲ καὶ δικαιοσύνῃ διενηνοχότα πάντων, ἐκ δὲ τῶν φίλων καὶ τῶν ἡλικιωτῶν τῶν ἐμαυτοῦ Ναυσικλέα καὶ τοὺς ἄλλους ἅπαντας, οἷστισιν ἐγὼ κέχρημαι καὶ τῶν αὐτῶν ἐπιτηδευμάτων μετέσχηκα.ὁ μὲν οὖν ἐμὸς λόγος εἴρηται, τὸ δὲ σῶμα ἤδη τουτὶ παραδίδωσιν ὑμῖν καὶ ἐγὼ καὶ ὁ νόμος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.