Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καίτοι τίς ἂν αὐτῷ καλλίων καιρὸς ἐγένετο, ἢ τότ᾽ ἐξελέγχειν εὐθύς, εἴ τι τὴν πόλιν ἐξηπάτων; φῂς γάρ με ἐν μὲν τῇ προτέρᾳ πρεσβείᾳ λαθεῖν σαυτὸν συνεστηκότα ἐπὶ τὴν πόλιν, ἐν δὲ τῇ ὑστέρᾳ αἰσθέσθαι, ἐν ᾗ συναγορεύων μοι φαίνῃ. κἀκείνης μὲν ἅμα κατηγορῶν οὐ φῂς κατηγορεῖν, τῆς δ᾽ ἐπὶ τοὺς ὅρκους κατηγορεῖς. καίτοι εἰ τὴν εἰρήνην ψέγεις, σὺ καὶ τὴν συμμαχίαν ἔγραψας: καὶ Φίλιππος εἴ τι τὴν πόλιν ἐξηπάτα, διὰ τοῦτο ἐψεύδετο, ὅπως τῆς εἰρήνης ἥπερ1 συνέφερεν αὐτῷ τύχοι. οὐκοῦν ἡ μὲν προτέρα πρεσβεία τὸν καιρὸν τοῦτον εἶχεν, ἡ δ᾽ ὑστέρα ἐπὶ πεπραγμένοις ἐγίγνετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.