This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς δὴ τοσαύτην τόλμαν καὶ τερατείαν ἀνθρώπου χαλεπὸν καὶ διαμνημονεῦσαι1 καθ᾽ ἕκαστα, καὶ λέγειν μετὰ κινδύνου πρὸς ἀπροσδοκήτους διαβολάς. ὅθεν δ᾽ ἡγοῦμαι σαφεστάτους τέ μοι τοὺς λόγους ἔσεσθαι καὶ γνωρίμους ὑμῖν καὶ δικαίους, ἐντεῦθεν ἄρξομαι, ἀπὸ τῶν περὶ τῆς εἰρήνης λόγων καὶ τῆς αἱρέσεως τῆς πρεσβείας: οὕτω γὰρ μάλιστα καὶ μεμνήσομαι, καὶ δυνήσομαι εἰπεῖν, καὶ ὑμεῖς μαθήσεσθε.
1 διαμνημονεῦσαι Weidner : the MSS. have τὰ λεχθέντα before or after the verb.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.