previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

74.

τοῦ δ᾽ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Κηφισοφῶν, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Γάιος Οὐαλλέριος καὶ Μάρκος Κλώδιος. ἐπὶ δὲ τούτων Βῆσσος μὲν μετὰ τὴν Δαρείου τελευτὴν μετὰ Ναβάρνου καὶ Βαρξάεντος καὶ πολλῶν ἄλλων διαφυγὼν τὰς Ἀλεξάνδρου χεῖρας διήνυσε μὲν εἰς τὴν Βακτριανήν, ἀποδεδειγμένος δὲ ταύτης σατράπης ὑπὸ Δαρείου καὶ τοῖς πλήθεσι γεγονὼς γνώριμος διὰ τὴν ἀρχὴν παρεκάλει τὰ πλήθη τῆς ἐλευθερίας ἀντέχεσθαι: [2] ἀπεδείκνυε δὲ τὴν χώραν αὐτοῖς πολλὰ συνεργήσειν οὖσαν δυσείσβολον καὶ πλῆθος ἱκανὸν ἔχουσαν ἀνδρῶν εἰς κατάκτησιν τῆς αὐτονομίας. ἐπαγγελλόμενος δὲ καθηγήσασθαι τοῦ πολέμου καὶ τὸ πλῆθος πείσας ἀνέδειξεν ἑαυτὸν βασιλέα. οὗτος μὲν οὖν στρατιώτας τε κατέγραφε καὶ πλῆθος ὅπλων κατεσκεύαζε καὶ τἄλλα φιλοτίμως πρὸς τὴν κατεπείγουσαν χρείαν παρεσκευάζετο: [3] Ἀλέξανδρος δὲ ὁρῶν τοὺς Μακεδόνας τέλος τῆς στρατείας τὴν Δαρείου τελευτὴν τάττοντας καὶ μετεώρους ὄντας πρὸς τὴν εἰς τὴν πατρίδα ἐπάνοδον τούτους μὲν ἀθροίσας εἰς ἐκκλησίαν καὶ λόγοις οἰκείοις παρορμήσας εὐπειθεῖς πρὸς τὴν ὑπολειπομένην στρατείαν παρεσκεύασεν, τοὺς δ᾽ ἀπὸ τῶν Ἑλληνίδων πόλεων συμμαχήσαντας συναγαγὼν καὶ περὶ τῶν πεπραγμένων ἐπαινέσας ἀπέλυσε μὲν τῆς στρατείας, ἐδωρήσατο δὲ τῶν μὲν ἱππέων ἑκάστῳ τάλαντον, τῶν δὲ πεζῶν μνᾶς δέκα, χωρὶς δὲ τούτων τούς τε ὀφειλομένους μισθοὺς ἀπέλυσε καὶ τοὺς κατὰ τὴν ἀνακομιδὴν μέχρι τῆς εἰς τὰς πατρίδας καθόδου προσέθηκεν: [4] τῶν δ᾽ ἑλομένων μένειν ἐν τῇ στρατιᾷ τῇ μετὰ τοῦ βασιλέως ἔδωκεν ἑκάστῳ τρία τάλαντα. μεγάλαις δὲ δωρεαῖς ἐτίμησε τοὺς στρατιώτας ἅμα μὲν φύσει μεγαλόψυχος ὤν, ἅμα δὲ τῇ διώξει τοῦ Δαρείου πολλῶν χρημάτων κεκυριευκώς: [5] παρὰ μὲν γὰρ τῶν γαζοφυλακούντων παρέλαβεν ὀκτακισχιλίων ταλάντων ἀριθμόν, χωρὶς δὲ τούτων τὰ νεμηθέντα τοῖς στρατιώταις σὺν τῷ κόσμῳ καὶ τοῖς ἐκπώμασιν ὑπῆρχε μύρια καὶ τρισχίλια τάλαντα, τὰ δὲ διακλαπέντα καὶ ἁρπαχθέντα πλείω τῶν εἰρημένων ὑπενοεῖτο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: