previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

58.

δὲ Δαρεῖος κατὰ τὰς τῶν ἐθνῶν περιοχὰς τὴν ἔκταξιν πεποιημένος κατά τε τὸν Ἀλέξανδρον τεταγμένος προῆγεν ἐπὶ τοὺς πολεμίους. ὡς δ᾽ ἐπλησίαζον ἀλλήλαις αἱ δυνάμεις, οἱ μὲν σαλπικταὶ παρ᾽ ἀμφοτέροις ἐσήμαινον τὸ πολεμικόν, οἱ δ᾽ ἄνδρες μετὰ πολλῆς βοῆς ἀλλήλοις ἐπεφέροντο. [2] καὶ πρῶτον τὰ δρεπανηφόρα τῶν ἁρμάτων ἀπὸ κράτους ἐλαυνόμενα πολλὴν ἔκπληξιν καὶ φόβον τοῖς Μακεδόσιν ἐπέστησεν: καὶ γὰρ Μαζαῖος τῶν ἱππέων ἡγούμενος πυκναῖς ταῖς εἴλαις σὺν τοῖς δρεπανηφόροις ἐπήλαυνε, καταπληκτικωτέραν ποιῶν τὴν ἐπιφορὰν τῶν δρεπανηφόρων. [3] τῆς δὲ φάλαγγος συνασπιζούσης καὶ κατὰ τὰς τοῦ βασιλέως παραγγελίας ταῖς σαρίσαις πάντων τυπτόντων τὰς ἀσπίδας συνέβαινε ψόφον πολὺν γίνεσθαι. [4] διόπερ τὰ πολλὰ τῶν ἁρμάτων πτυρομένων τῶν ἵππων ἐστρέφετο καὶ τὴν ῥύμην ἀκατάσχετον ποιοῦντα πρὸς τοὺς ἰδίους βιαίως ἀνέστρεφε. τῶν δ᾽ ἄλλων προσπεσόντων τῇ φάλαγγι καὶ τῶν Μακεδόνων ποιούντων ἀξιόλογα διαστήματα διὰ τούτων φερόμενα τὰ μὲν συνηκοντίσθη, τὰ δὲ διεξέπεσεν, ἔνια δὲ τῇ βίᾳ τῆς ῥύμης φερόμενα καὶ ταῖς τῶν σιδήρων ἀκμαῖς ἐνεργῶς χρησάμενα πολλὰς καὶ ποικίλας διαθέσεις θανάτων ἀπειργάζετο. [5] τοιαύτη γὰρ ἦν ὀξύτης καὶ βία τῶν κεχαλκευμένων πρὸς ἀπώλειαν ὅπλων ὥστε πολλῶν μὲν βραχίονας σὺν αὐταῖς ταῖς ἀσπίσιν ἀποκόπτεσθαι, οὐκ ὀλίγων δὲ τραχήλους παρασύρεσθαι καὶ τὰς κεφαλὰς πίπτειν ἐπὶ τὴν γῆν βλεπόντων ἔτι τῶν ὀμμάτων καὶ τῆς τοῦ προσώπου διαθέσεως διαφυλαττομένης, ἐνίων δὲ τὰς πλευρὰς ἐπικαιρίοις τομαῖς ἀναρήττεσθαι καὶ θανάτους ὀξεῖς ἐπιφέρεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: