previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

75.

δὲ Ἀλέξανδρος ἀναζεύξας ἐπὶ τὴν Ὑρκανίαν τριταῖος κατεστρατοπέδευσε πλησίον πόλεως τῆς ὀνομαζομένης Ἑκατονταπύλου. εὐδαίμονος δ᾽ αὐτῆς οὔσης καὶ πάντων τῶν πρὸς ἀπόλαυσιν ἀνηκόντων πολλῆς ἀφθονίας ὑπαρχούσης ἐνταῦθα τὴν δύναμιν ἀνέλαβεν ἐπί τινας ἡμέρας. [2] διελθὼν δὲ σταδίους ἑκατὸν καὶ πεντήκοντα κατεστρατοπέδευσε πλησίον πέτρας μεγάλης: ὑπὸ δὲ τὴν ῥίζαν αὐτῆς ἄντρον ὑπῆρχε θεοπρεπές, ἐξ οὗ μέγας ποταμὸς ἐξέπιπτεν καλούμενος Στιβοίτης. οὗτος δὲ λάβρῳ τῷ ῥεύματι φερόμενος ἐπὶ τρεῖς σταδίους σχίζεται διπλοῦς περί τινα πέτραν μαστοειδῆ, ἔχουσαν ὑφ᾽ αὑτὴν χάσμα γῆς παμμέγεθες: εἰς δὲ τοῦτο καταράττων μετὰ πολλοῦ ψόφου καὶ γινόμενος ἀφρώδης διὰ τῆς πρὸς τὴν πέτραν πληγῆς φέρεται ὑπὸ γῆν σταδίους τριακοσίους, ἔπειτα πάλιν ἀνοίγει τὰς ἐκβολάς. [3] δ᾽ Ἀλέξανδρος μετὰ τῆς δυνάμεως ἐμβαλὼν εἰς τὴν τῶν Ὑρκανῶν χώραν πάσας τὰς ἐν αὐτῇ πόλεις ἐχειρώσατο μέχρι τῆς Κασπίας καλουμένης θαλάττης, ἣν Ὑρκανίαν τινὲς ὀνομάζουσιν. ἐν ταύτῃ δέ φασι πολλοὺς μὲν καὶ μεγάλους ὄφεις γεννᾶσθαι, ἰχθῦς δὲ παντοδαποὺς πολὺ τῇ χροιᾷ τῶν παρ᾽ ἡμῖν διαλλάττοντας. [4] διεξιὼν δὲ τὴν Ὑρκανίαν κατήντησε πρὸς τὰς καλουμένας Εὐδαίμονας καὶ πρὸς ἀλήθειαν οὔσας κώμας: πολὺ γὰρ τοῖς καρποῖς χώρα τούτων ὑπεράγει τῶν παρὰ τοῖς ἄλλοις. [5] τῶν μὲν γὰρ ἀμπέλων φασὶν ἑκάστην μετρητὴν φέρειν οἴνου, τῶν δὲ συκίνων δένδρων ἔνια καρποφορεῖν ἰσχάδων ξηρῶν μεδίμνους δέκα. τὸν δ᾽ ἐν τῷ θερισμῷ παραλειφθέντα σῖτον ἐπὶ τὴν γῆν πεσόντα βλαστάνειν ἄσπορον ὄντα καὶ πρὸς τὸ τέλος ἄγειν δαψιλῆ καρπόν. [6] ἔστι δὲ καὶ δένδρον παρὰ τοῖς ἐγχωρίοις παραπλήσιον δρυῒ κατὰ τὴν ἐπιφάνειαν, ἀπὸ δὲ τῶν φύλλων ἀπολεῖβον μέλι: καὶ τοῦτό τινες συνάγοντες δαψιλῆ τὴν ἀπόλαυσιν αὐτοῦ ποιοῦνται. [7] ἔστι δὲ καὶ ζῷον κατὰ τὴν χώραν ἐπτερωμένον, καλεῖται μὲν ἀνθρηδών, λειπόμενον δὲ μεγέθει μελίττης μεγίστην ἔχει τὴν ὠφέλειαν: ἐπινεμόμενον γὰρ τὴν ὀρεινὴν ἄνθη παντοῖα δρέπεται καὶ ταῖς κοιλάσι πέτραις καὶ τοῖς κεραυνοβόλοις τῶν δένδρων ἐνδιατρῖβον κηροπλαστεῖ καὶ κατασκευάζει χύμα διάφορον τῇ γλυκύτητι, τοῦ παρ᾽ ἡμῖν μέλιτος οὐ πολὺ λειπόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: