Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
οὐκ ἔχω λέγειν. καὶ μὴν τῶν ἄλλων τεχνῶν
αἱ ἀρχαὶ φαῦλαί τινες καὶ εὐτελεῖς εἰσι, τῆς δὲ παρασιτικῆς ἀρχὴ πάνυ γενναία τις: τὸ γὰρ
θρυλούμενον τοῦτο τῆς φιλίας ὄνομα οὐκ ἂν ἄλλο
τι εὕροις ἢ ἀρχὴν παρασιτικῆς.
Τυχιάδης
πῶς λέγεις; Σίμων
ὅτι οὐδεὶς ἐχθρὸν ἢ ἀγνῶτα ἄνθρωπον ἀλλ᾽ οὐδὲ συνήθη μετρίως ἐπὶ δεῖπνον καλεῖ, ἀλλὰ δεῖ [p. 270] πρότερον οἶμαι τοῦτον γενέσθαι φίλον, ἵνα κοινωνήσῃ σπονδῶν καὶ τραπέζης καὶ τῶν τῆς τέχνης ταύτης μυστηρίων. ἐγὼ γοῦν πολλάκις ἤκουσά τινων λεγόντων, ‘ ποταπὸς δὲ οὗτος φίλος ὅστις οὔτε βέβρωκεν οὔτε πέπωκεν μεθ᾽ ἡμῶν,’ δῆλον ὅτι τὸν συμπίνοντα καὶ συνεσθίοντα μόνον πιστὸν φίλον ἡγουμένων.

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.