Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[49]
σὺ δὲ δὴ ποῖόν τινα εἰκάζεις ἐν πολέμῳ τὸν παράσιτον; οὐχὶ πρῶτον μὲν ὁ τοιοῦτος ἀριστοποιησάμενος ἔξεισιν ἐπὶ τὴν παράταξιν, καθάπερ
καὶ ὁ Ὀδυσσεὺς ἀξιοῖ; οὐ γὰρ ἄλλως ἐν πολέμῳ
μάχεσθαι, φησίν, ἔστιν, εἰ καὶ ^ εὐθὺς ἅμα ἕῳ
μάχεσθαι δέοι. καὶ ὃν ἄλλοι στρατιῶται χρόνον ὑπὸ δέους ὁ μέν τις ἀκριβῶς ἁρμόζει τὸ κράνος,
ὁ δὲ θωράκιον ἐνδύεται, ὁ δὲ αὐτὸ τὸ δεινὸν ὑποπτεύων τοῦ πολέμου τρέμει, οὗτος δὲ ἐσθίει
τότε μάλα φαιδρῷ τῷ προσώπῳ καὶ μετὰ τὴν
ἔξοδον εὐθὺς ἐν πρώτοις διαγωνίζεται: ὁ δὲ τρέφων. αὐτὸν ὄπισθεν ὑποτέτακται τῷ παρασίτῳ,
[p. 300] κἀκεῖνος αὐτὸν ὥσπερ ὁ Αἴας τὸν Τεῦκρον ὑπὸ τῷ σάκει καλύπτει, καὶ τῶν βελῶν ἀφιεμένων γυμνώσας ἑαυτὸν τοῦτον σκέπει: βούλεται γὰρ ἐκεῖνον μᾶλλον σώζειν ἢ ἑαυτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.