previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[43] ἐπίσταμαι ταῦτα: ἀλλ᾽ οὗτοι μὲν ῥήτορες καὶ λόγους λέγειν ἠσκηκότες, ἀρετὴν δὲ οὔ. τί δὲ περὶ τῶν φιλοσόφων λέγεις; οὐ γὰρ δὴ τούτους ἔχεις ὥσπερ ἐκείνους αἰτιᾶσθαι.

Σίμων
οὗτοι πάλιν, Τυχιάδη, οἱ περὶ τῆς ἀνδρείας ὁσημέραι διαλεγόμενοι καὶ κατατρίβοντες τὸ τῆς ἀρετῆς ὄνομα πολλῷ μᾶλλον τῶν ῥητόρων φανοῦνται δειλότεροι καὶ μαλακώτεροι. σκόπει δὴ οὕτως. πρῶτον μὲν οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι φιλόσοφον ἐν πολέμῳ τετελευτηκότα: ἤτοι γὰρ οὐδὲ ὅλως ἐστρατεύσαντο, εἴπερ ἐστρατεύσαντο, πάντες ἔφυγον. Ἀντισθένης μὲν οὖν καὶ Διογένης καὶ Κράτης καὶ Ζήνων καὶ Πλάτων καὶ Αἰσχίνης καὶ Ἀριστοτέλης καὶ πᾶς οὗτος ὅμιλος οὐδὲ εἶδον παράταξιν μόνος δὲ τολμήσας ἐξελθεῖν εἰς τὴν ἐπὶ Δηλίῳ ^ μάχην σοφὸς αὐτῶν Σωκράτης φεύγων ἐκεῖθεν ἀπὸ τῆς Πάρνηθος εἰς τὴν Ταυρέου [p. 290] παλαίστραν κατέφυγεν. πολὺ γὰρ αὐτῷ ἀστειότερον ἐδόκει μετὰ τῶν μειρακυλλίων καθεζόμενον ὀαρίζειν καὶ σοφισμάτια προβάλλειν τοῖς ἐντυγχάνουσιν ἀνδρὶ Σπαρτιάτῃ μάχεσθαι.

Τυχιάδης
γενναῖε, ταῦτα μὲν ἤδη καὶ παρ᾽ ἄλλων ἐπυθόμην, οὐ μὰ Δία σκώπτειν αὐτοὺς καὶ ὀνειδίζειν βουλομένων ὥστε οὐδέν τί μοι δοκεῖς χαριζόμενος τῇ σεαυτοῦ τέχνῃ καταψεύδεσθαι τῶν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: