previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] τέχνη ἐστίν, ὡς ἐγὼ διαμνημονεύω σοφοῦ τινος ἀκούσας, σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ.

Τυχιάδης
ὀρθῶς ἐκεῖνός γε εἰπὼν σύ τε ἀπομνημονεύσας.^

Σίμων
εἰ δὲ μετέχοι τούτων ἁπάντων παρασιτική, τί ἂν ἄλλο καὶ αὐτὴ τέχνη εἴη;

Τυχιάδης
τέχνη γάρ, εἴπερ οὕτως ἔχοι.

Σίμων
φέρε δὴ καθ᾽ ἕκαστον τοῖς τῆς τέχνης εἴδεσιν ἐφαρμόζοντες τὴν παρασιτικήν, εἰ συνᾴδει σκοπῶμεν περὶ αὐτῆς λόγος, καθάπερ αἱ πονηραὶ χύτραι διακρουόμεναι, σαθρὸν ἀποφθέγγεται δεῖ τοίνυν πᾶσαν τέχνην σύστημα ἐκ καταλήψεων [p. 248] . ' ... πρῶτον ^ μὲν τὸ δοκιμάζειν καὶ διακρίνειν ὅστις ἂν ἐπιτήδειος γένοιτο τρέφειν αὐτόν, καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη. τὸν μὲν ἀργυρογνώμονα τέχνην τινὰ φήσομεν ἔχειν, εἴπερ ἐπίσταται διαγιγνώσκειν τά τε κίβδηλα τῶν νομισμάτων καὶ τὰ μή, τοῦτον δὲ ἄνευ τέχνης διακρίνειν τούς τε κιβδήλους τῶν ἀνθρώπων καὶ τοὺς ἀγαθούς, καὶ ταῦτα οὐχ ^ ὥσπερ τῶν νομισμάτων καὶ τῶν ἀνθρώπων φανερῶν εὐθὺς ὄντων; αὐτὰ μέντοι ταῦτα καὶ σοφὸς Εὐριπίδης καταμέμφεται λέγων: ἀνδρῶν δ᾽ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι. δὴ καὶ μείζων τοῦ παρασίτου τέχνη, γε καὶ τὰ οὕτως ἄδηλα καὶ ἀφανῆ μᾶλλον τῆς μαντικῆς γνωρίζει τε καὶ οἶδεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: