previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καλλιρρόη μὲν οὖν ἐν Μιλήτῳ Χαιρέαν ἔθαπτε, Χαιρέας δὲ ἐν Καρίᾳ δεδεμένος εἰργάζετο. Σκάπτων δὲ τὸ σῶμα ταχέως ἐξετρυχώθη: πολλὰ γὰρ αὐτὸν ἐβάρει, κόπος, ἀμέλεια, τὰ δεσμά, καὶ τούτων μᾶλλον ἔρως. Ἀποθανεῖν δὲ βουλόμενον αὐτὸν οὐκ εἴα λεπτή τις ἐλπίς, ὅτι τάχα ποτὲ Καλλιρρόην ὄψεται. [2] ῾Πολύχαρμος οὖν, συναλοὺς αὐτῷ φίλος, βλέπων Χαιρέαν ἐργάζεσθαι μὴ δυνάμενον, ἀλλὰ πληγὰς λαμβάνοντα καὶ προπηλακιζόμενον αἰσχρῶς, λέγει πρὸς τὸν ἐργοστόλονχωρίον ἡμῖν ἀπομέρισον ἐξαίρετον, ἵνα μὴ τὴν τῶν ἄλλων δεσμωτῶν ῥᾳθυμίαν ἡμῖν καταλογίζῃ: τὸ δὲ ἴδιον μέτρον αὐτοὶ ἀποδώσομεν πρὃ̣̣̓ [p. 72] ἡμέραν.’ Πείθεται καὶ δίδωσιν. [3] δὲ Πολύχαρμος, οἷα δὴ νεανίας ἀνδρικὸς τὴν φύσιν καὶ μὴ δουλεύων ἔρωτι, χαλεπῷ τυράννῳ, τὰς δύο μοίρας αὐτὸς σχεδὸν εἰργάζετο μόνος, πλεονεκτῶν ἐν τοῖς πόνοις ἡδέως, ἵνα περισώσῃ τὸν φίλον. [4] Καὶ οὗτοι μὲν ἦσαν ἐν τοιαύταις συμφοραῖς, ὀψὲ μεταμανθάνοντες τὴν ἐλευθερίαν: δὲ Μιθριδάτης σατράπης ἐπανῆλθεν εἰς Καρίαν οὐ τοιοῦτος, οἷος εἰς Μίλητον ἐξῆλθεν, ἀλλ̓ ὠχρός τε καὶ λεπτός, οἷα δὴ τραῦμα ἔχων ἐν τῇ ψυχῇ θερμόν τε καὶ γλυκύ. [5] Τηκόμενος δὲ ὑπὸ τοῦ Καλλιρρόης ἔρωτος πάντως ἂν ἐτελεύτησεν, εἰ μὴ τοιᾶσδέ τινος ἐτύγχανε παραμυθίας. Τῶν ἐργατῶν τινὲς τῶν ἅμα Χαιρέᾳ δεδεμένων ῾ἓξ καὶ δέκα δ̓ ἦσαν τὸν ἀριθμὸν ἐν οἰκίσκῳ σκοτεινῷ καθειργμένοἰ νύκτωρ διακόψαντες τὰ δεσμὰ τὸν ἐπιστάτην ἀπέσφαξαν, εἶτα δρασμὸν ἐπεχείρουν. [6] Ἀλλ̓ οὐ διέφυγον, οἱ γὰρ κύνες οἱ φυλάσσοντες ἐμήνυσαν αὐτούς. Φωραθέντες οὖν ἐκείνης τῆς νυκτὸς ἐδέθησαν ἐπιμελέστερον ἐν ξύλῳ πάντες, μεθ̓ ἡμέραν δὲ οἰκονόμος ἐμήνυσε τῷ δεσπότῃ τὸ συμβάν, κἀκεῖνος οὐδὲ ἰδὼν αὐτοὺς οὐδὲ ἀπολογουμένων ἀκούσας εὐθὺς ἐκέλευσε τοὺς ἓξ καὶ δέκα τοὺς ὁμοσκήνους ἀνασταυρῶσαι. [7] Προήχθησαν οὖν πόδας τε καὶ τραχήλους συνδεδεμένοι, καὶ ἕκαστος αὐτῶν τὸν σταυρὸν ἔφερε: τῇ δὲ ἀναγκαίᾳ τιμωρίᾳ καὶ τὴν ἔξωθεν φαντασίαν σκυθρωπὴν προσέθηκαν οἱ κολάζοντες εἰς φόβου παράδειγμα τοῖς ὁμοίοις. Χαιρέας μὲν οὖν ἀπαγόμενος ἐσίγα, Πολύχαρμος δὲ τὸν σταυρὸν βαστάζωνδιὰ σὲφησίν, ‘ Καλλιρρόη, ταῦτα πάσχομεν. [8] Σὺ πάντων ἡμῖν τῶν κακῶν αἰτία.’ Τοῦτον δὲ τὸν λόγον οἰκονόμος ἀκούσας ἔδοξεν εἶναί τινα γυναῖκα τὴν συνειδυῖαν τοῖς τετολμημένοις. [p. 73] Ὅπως οὖν κἀκείνη κολασθῇ καὶ ζήτησις γένηται τῆς ἐπιβουλῆς, ταχέως τὸν Πολύχαρμον ἀπορρήξας τῆς κοινῆς ἁλύσεως πρὸς Μιθριδάτην ἤγαγεν. δὲ ἐν παραδείσῳ τινὶ κατέκειτο μόνος ἀλύων καὶ Καλλιρρόην ἀναπλάττων ἑαυτῷ τοιαύτην, ὁποίαν εἶδε πενθοῦσαν: ὅλος δὲ ὢν ἐπὶ τῇ ἐννοίᾳ ἐκείνῃ τὸν οἰκέτην ἀηδῶς ἐθεάσατο. [9]Τί γὰρφησὶνπαρενοχλεῖς;’ ‘Ἀναγκαῖονεἶπεν, ‘ δέσποτα: τὴν γὰρ πηγὴν ἀνεύρηκα τοῦ μεγάλου λήματος, καὶ οὗτος κατάρατος ἄνθρωπος ἐπίσταται γυναῖκα μιαρὰν συμπράξασαν τῷ φόνῳ.’ Ἀκούσας οὖν Μιθριδάτης συνήγαγε τὰς ὀφρῦς καὶ δεινὸν βλέπωνλέγεφησὶτὴν [10] συνειδυῖαν καὶ κοινωνὸν ὑμῖν τῶν ἀδικημάτων.’ δὲ Πολύχαρμος ἔξαρνος ἦν εἰδέναι, μηδὲ γὰρ ὅλως τῆς πράξεως κεκοινωνηκέναι. Μάστιγες ᾐτοῦντο καὶ πῦρ ἐφέρετο καὶ βασανιστηρίων ἦν παρασκευή, καί τις ἤδη τοῦ σώματος ἁπτόμενος αὐτοῦλέγεφησὶτοὔνομα τῆς γυναικός, ἣν αἰτίαν ὡμολόγησας εἶναί σοι τῶν κακῶν.’ Καλλιρρόην εἶπεν Πολύχαρμος. [11] Ἔπληξε τοὔνομα Μιθριδάτην, καὶ ἀτυχῆ τινὰ ἔδοξεν ὁμωνυμίαν ἔχειν ἐκείνῃ τὴν γυναῖκα. Οὐκέτι οὖν προθύμως ἐξελέγχειν ἤθελε, δεδοικὼς μὴ καταστῇ ποτε εἰς ἀνάγκην ὑβρίσαι τὸ ἥδιστον ὄνομα: τῶν δὲ φίλων καὶ τῶν οἰκετῶν εἰς ἔρευναν ἀκριβεστέραν παρακαλούντων [12]ἡκέτωφησὶΚαλλιρρόη.’ Παίοντες οὖν τὸν Πολύχαρμον ἠρώτων τίς ἐστι καὶ πόθεν ἄξουσιν αὐτήν. δὲ ἄθλιος ἐν ἀμηχανίᾳ γενόμενος καταψεύσασθαι μὲν οὐδεμιᾶς ἤθελε: ‘τί δὲ μάτηνεἶπεθορυβεῖσθε ζητοῦντες τὴν οὐ παροῦσαν; Καλλιρρόης ἐγὼ Συρακουσίας ἐμνημόνευσα, θυγατρὸς [13] Ἑρμοκράτους τοῦ στρατηγοῦ.’ Ταῦτα ἀκούσας Μιθριδάτης ἐρυθήματος ἐνεπλήσθη καὶ ἵδρου τὰ ἔνδον, [p. 74] καί που καὶ δάκρυον αὐτοῦ μὴ θέλοντος προύκεσεν, ὥστε καὶ τὸν Πολύχαρμον διασιωπῆσαι καὶ πάντας ἀπορεῖν τοὺς παρόντας. Ὀψὲ δὲ καὶ μόλις Μιθριδάτης συναγαγὼν ἑαυτὸντί δὲ σοὶφησὶπρᾶγμα πρὸς Καλλιρρόην ἐκείνην, καὶ διὰ τί μέλλων ἀποθνήσκειν ἐμνημόνευσας αὐτῆς;’ δὲ ἀπεκρίνατομακρὸς μῦθος, δέσποτα, καὶ πρὸς οὐδὲν ἔτι χρήσιμός μοι. [14] Οὐκ ἐνοχλήσω δέ σε ληρῶν ἀκαίρως, ἅμα δὲ καὶ δέδοικα μή, ἐὰν βραδύνω φθάσῃ μὲ φίλος: θέλω δὲ αὐτῷ καὶ συναποθανεῖν.’ Ἐπεκλάσθησαν αἱ ὀργαὶ τῶν ἀκουόντων καὶ θυμὸς εἰς ἔλεον μετέπεσε, Μιθριδάτης δὲ ὑπὲρ πάντας συνεχύθη καὶμὴ δέδιθιφησίν, ‘οὐ γὰρ ἐνοχλήσεις μοι διηγούμενος: [15] ἔχω γὰρ ψυχὴν φιλάνθρωπον. Λέγε πάντα θαρρῶν καὶ μηδὲν παραλίπῃς, τίς εἶ καὶ πόθεν, καὶ πῶς ἦλθες εἰς Καρίαν καὶ διὰ τί σκάπτεις δεδεμένος; μάλιστα δέ μοι διήγησαι περὶ Καλλιρρόης καὶ τίς φίλος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: