Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
οὐ γὰρ δὴ διὰ τὸν τρόπον γε τὸν τοῦ φεύγοντος καὶ τὸν βίον ψευδεῖς ὑπολήψεσθε τὰς μαρτυρίας τὰς ἀνεγνωσμένας εἶναι. πολὺ γὰρ ἐκ τοῦ τρόπου σαφέστερον ἐπιδείκνυται Θεοκρίνης τοιοῦτος ὢν ἢ διὰ τῶν εἰρημένων. τί γὰρ οὐ πεποίηκεν οὗτος ὧν ἂν πονηρὸς καὶ συκοφάντης ἄνθρωπος ποιήσειεν; οὐ διὰ μὲν τὴν τούτου πονηρίαν ἁδελφὸς αὐτοῦ θεσμοθετῶν καὶ τούτῳ χρώμενος συμβούλῳ τοιοῦτος ἔδοξε παρ᾽ ὑμῖν ἄνθρωπος εἶναι, ὥστε οὐ μόνον αὐτὸς ἀπεχειροτο- νήθη τῶν ἐπιχειροτονιῶν οὐσῶν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἅπασαν ἐποίησεν; καὶ εἰ μὴ δεομένων αὐτῶν καὶ ἱκετευόντων, καὶ λεγόντων ὡς οὐκέτι πρόσεισιν Θεοκρίνης πρὸς τὴν ἀρχήν, ἐπείσθηθ᾽ ὑμεῖς καὶ πάλιν ἀπέδοτε τοὺς στεφάνους αὐτοῖς, πάντων ἂν αἴσχιστα οἱ συνάρχοντες ἐπεπόνθεσαν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.