Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
ἀκούετε τοῦ νόμου, ὦ ἄνδρες δικασταί, ὅτι διαρρήδην λέγει, ἐάν τις τῶν ὀφειλόντων τῷ δημοσίῳ μὴ ἐκτείσας τὸ ὄφλημα τῇ πόλει ἐξαλειφθῇ, εἶναι κατ᾽ αὐτοῦ τὰς γραφὰς πρὸς τοὺς θεσμοθέτας τοῦ ἀγραφίου, καὶ οὐ κατὰ τοῦ ὀφείλοντος καὶ μὴ ἐγγεγραμμένου, ἀλλ᾽ ἔνδειξιν κελεύει καὶ ἄλλας τιμωρίας κατὰ τούτων εἶναι. ἀλλὰ σὺ τί διδάσκεις με πάντας τοὺς τρόπους οἷς δεῖ με τιμωρήσασθαι τοὺς ἐχθρούς, ἀλλ᾽ οὐ καθ᾽ ὃν εἰσελήλυθα, τοῦτον ἀπολογεῖ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.