Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
πολλῶν δ᾽ ἡμῖν, ὦ ἄνδρες δικασταί, διὰ τουτονὶ Θεοκρίνην ἀτυχημάτων ἐν οὐκ ὀλίγῳ χρόνῳ συμβεβηκότων, οὐδενὸς ἔλαττόν ἐστιν τὸ νῦν συμβαῖνον, ὅτι τὰ δεινὰ καὶ τὰ παρὰ τοὺς νόμους πεπραγμένα Θεοκρίνῃ τῷ μὲν πατρὶ τῷ πεπονθότι καὶ δυναμένῳ ἂν δηλῶσαι πρὸς ὑμᾶς ἐξ ἀνάγκης ἡσυχίαν ἑκτέον ἐστίν (οἱ γὰρ νόμοι ταῦτα κελεύουσιν), ἐμοὶ δὲ τῷ πάντων τούτων ὑστερίζοντι λεκτέον, καὶ τοῖς μὲν ἄλλοις τοῖς τηλικούτοις οἱ πατέρες βοηθοῦσιν, οὗτος δ᾽ ἐν ἐμοὶ νῦν ἔχει τὰς ἐλπίδας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.