Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[59]
πότε γάρ με καὶ δεῖ βοηθεῖν αὐτῷ; οὐχ ὅταν ἡ μὲν τιμωρία κατὰ τοὺς νόμους ᾖ, μετέχων δ᾽ αὐτὸς τυγχάνω τῆς τοῦ πατρὸς ἀτυχίας, μόνος δὲ καταλελειμμένος ὁ πατήρ; ὅπερ νῦν συμβέβηκεν. πρὸς γὰρ τοῖς ἄλλοις ἀτυχήμασι καὶ τοῦθ᾽ ἡμῖν, ὦ ἄνδρες δικασταί, συμβέβηκεν: παροξύνουσι μὲν ἡμᾶς ἅπαντες καὶ συνάχθεσθαί φασι τοῖς γεγενημένοις καὶ δεινὰ πεπονθέναι λέγουσι καὶ τοῦτον εἶναι ἔνοχον τῇ ἐνδείξει, συμπράττειν δ᾽ οὐδεὶς ἐθέλει τῶν εἰπόντων, οὐδέ φησιν ἀπεχθάνεσθαι βούλεσθαι φανερῶς: οὕτως ἔλαττον παρά τισιν τὸ δίκαιον ἰσχύει τῆς παρρησίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.