previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τῇ μέσῃ σύμμετρος μέση ἐστίν.

ἔστω μέση Α, καὶ τῇ Α σύμμετρος ἔστω Β: λέγω, ὅτι καὶ Β μέση ἐστίν.

Ἐκκείσθω γὰρ ῥητὴ ΓΔ, καὶ τῷ μὲν
5ἀπὸ τῆς Α ἴσον παρὰ τὴν ΓΔ παραβεβλήσθω χωρίον ὀρθογώνιον τὸ ΓΕ πλάτος ποιοῦν τὴν ΕΔ: ῥητὴ ἄρα ἐστὶν ΕΔ καὶ ἀσύμμετρος τῇ ΓΔ μήκει. τῷ δὲ ἀπὸ τῆς Β ἴσον παρὰ τὴν ΓΔ παραβεβλήσθω
10χωρίον ὀρθογώνιον τὸ ΓΖ πλάτος ποιοῦν τὴν ΔΖ. ἐπεὶ οὖν σύμμετρός ἐστιν Α τῇ Β, σύμμετρόν ἐστι καὶ τὸ ἀπὸ τῆς Α τῷ ἀπὸ τῆς Β. ἀλλὰ τῷ μὲν ἀπὸ τῆς Α ἴσον ἐστὶ τὸ ΕΓ, τῷ δὲ ἀπὸ τῆς Β ἴσον ἐστὶ τὸ ΓΖ: σύμμετρον ἄρα ἐστὶ τὸ ΕΓ τῷ ΓΖ. καί ἐστιν ὡς
15τὸ ΕΓ πρὸς τὸ ΓΖ, οὕτως ΕΔ πρὸς τὴν ΔΖ: σύμμετρος ἄρα ἐστὶν ΕΔ τῇ ΔΖ μήκει. ῥητὴ δέ ἐστιν ΕΔ καὶ ἀσύμμετρος τῇ ΔΓ μήκει: ῥητὴ ἄρα ἐστὶ καὶ ΔΖ καὶ ἀσύμμετρος τῇ ΔΓ μήκει: αἱ ΓΔ, ΔΖ ἄρα ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι. δὲ τὸ ὑπὸ ῥητῶν δυνάμει
20μόνον συμμέτρων δυναμένη μέση ἐστίν. ἄρα τὸ ὑπὸ τῶν ΓΔ, ΔΖ δυναμένη μέση ἐστίν: καὶ δύναται τὸ ὑπὸ τῶν ΓΔ, ΔΖ Β: μέση ἄρα ἐστὶν Β.

Πόρισμα

ἐκ δὴ τούτου φανερόν, ὅτι τὸ τῷ μέσῳ χωρίῳ σύμμετρον
25μέσον ἐστίν. δύνανται γὰρ αὐτὰ εὐθεῖαι, αἵ εἰσι δυνάμει σύμμετροι, ὧν ἑτέρα μέση: ὥστε καὶ λοιπὴ μέση ἐστίν.

ὡσαύτως δὲ τοῖς ἐπὶ τῶν ῥητῶν εἰρημένοις καὶ ἐπὶ τῶν μέσων ἐξακολουθεῖ, τὴν τῇ μέσῃ μήκει σύμμετρον
30λέγεσθαι μέσην καὶ σύμμετρον αὐτῇ μὴ μόνον μήκει, ἀλλὰ καὶ δυνάμει, ἐπειδήπερ καθόλου αἱ μήκει σύμμετροι πάντως καὶ δυνάμει. ἐὰν δὲ τῇ μέσῃ σύμμετρός τις δυνάμει, εἰ μὲν καὶ μήκει, λέγονται καὶ οὕτως μέσαι καὶ σύμμετροι μήκει καὶ δυνάμει, εἰ δὲ δυνάμει μόνον,
35λέγονται μέσαι δυνάμει μόνον σύμμετροι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: