previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐς τοῦτο δ᾽ ἥξειν συμφορᾶς οἶμαί ποτε:
1295φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με
μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν
πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον
Ἰξίον᾽ ἐν δεσμοῖσιν ἐκμιμήσομαι.
καὶ ταῦτ᾽ ἄριστα μηδέν᾽ Ἑλλήνων μ᾽ ὁρᾶν,
1300ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι.
τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν
βίον γ᾽ ἀχρεῖον ἀνόσιον κεκτημένοι;
χορευέτω δὴ Ζηνὸς κλεινὴ δάμαρ
κρόουσ᾽ ὈλυμπίουΖηνὸς ἀρβύλῃ πόδα.
1305ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο,
ἄνδρ᾽ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις
ἄνω κάτω στρέψασα. — τοιαύτῃ θεῷ
τίς ἂν προσεύχοιθ᾽; γυναικὸς οὕνεκα
λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας
1310Ἑλλάδος ἀπώλεσ᾽ οὐδὲν ὄντας αἰτίους.

Χορός

οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε
τῆς Διὸς δάμαρτος: εὖ τόδ᾽ αἰσθάνῃ.

Θησεύς

...
παραινέσαιμ᾽ ἂν μᾶλλον πάσχειν κακῶς.
οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος,
1315οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι.
οὐ λέκτρ᾽ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος,
συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδας
πατέρας ἐκηλίδωσαν; ἀλλ᾽ οἰκοῦσ᾽ ὅμως
Ὄλυμπον ἠνέσχοντό θ᾽ ἡμαρτηκότες.
1320καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς
φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή;
Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν,
ἕπου δ᾽ ἅμ᾽ ἡμῖν πρὸς πόλισμα Παλλάδος.
ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος,
1325δόμους τε δώσω χρημάτων τ᾽ ἐμῶν μέρος.
δ᾽ ἐκ πολιτῶν δῶρ᾽ ἔχω σώσας κόρους
δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών,
σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς
τεμένη δέδασται: ταῦτ᾽ ἐπωνομασμένα
1330σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται
ζῶντος: θανόντα δ᾽, εὖτ᾽ ἂν εἰς Ἅιδου μόλῃς,
θυσίαισι λαΐνοισί τ᾽ ἐξογκώμασι
τίμιον ἀνάξει πᾶσ᾽ Ἀθηναίων πόλις.
καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο
1335ἄνδρ᾽ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν.
κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας
τήνδ᾽ ἀντιδώσω: νῦν γὰρ εἶ χρεῖος φίλων.
θεοὶ δ᾽ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων:
ἅλις γὰρ θεὸς ὠφελῶν, ὅταν θέλῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: