previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,
1390κείρασθε, συμπενθήσατ᾽, ἔλθετ᾽ ἐς τάφον
παίδων: ἅπαντας δ᾽ ἑνὶ λόγῳ πενθήσετε
νεκρούς τε κἀμέ: πάντες ἐξολώλαμεν
Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ.

Θησεύς

ἀνίστασ᾽, δύστηνε: δακρύων δ᾽ ἅλις.

Ἡρακλῆς

1395οὐκ ἂν δυναίμην: ἄρθρα γὰρ πέπηγέ μου.

Θησεύς

καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.

Ἡρακλῆς

φεῦ:
αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν.

Θησεύς

παῦσαι: δίδου δὲ χεῖρ᾽ ὑπηρέτῃ φίλῳ.

Ἡρακλῆς

ἀλλ᾽ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις.

Θησεύς

1400ἔκμασσε, φείδου μηδέν: οὐκ ἀναίνομαι.

Ἡρακλῆς

παίδων στερηθεὶς παῖδ᾽ ὅπως ἔχω σ᾽ ἐμόν.

Θησεύς

δίδου δέρῃ σὴν χεῖρ᾽, ὁδηγήσω δ᾽ ἐγώ.

Ἡρακλῆς

ζεῦγός γε φίλιον: ἅτερος δὲ δυστυχής.
πρέσβυ, τοιόνδ᾽ ἄνδρα χρὴ κτᾶσθαι φίλον.

Ἀμφιτρύων

1405 γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος.

Ἡρακλῆς

Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα.

Θησεύς

ὡς δὴ τί; φίλτρον τοῦτ᾽ ἔχων ῥᾴων ἔσῃ;

Ἡρακλῆς

ποθῶ: πατρός τε στέρνα προσθέσθαι θέλω.

Ἀμφιτρύων

ἰδοὺ τάδ᾽, παῖ: τἀμὰ γὰρ σπεύδεις φίλα.

Θησεύς

1410οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις;

Ἡρακλῆς

ἅπαντ᾽ ἐλάσσω κεῖνα τῶνδ᾽ ἔτλην κακά.

Θησεύς

εἴ σ᾽ ὄψεταί τις θῆλυν ὄντ᾽, οὐκ αἰνέσει.

Ἡρακλῆς

ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ.

Θησεύς

ἄγαν γ᾽: κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν.

Ἡρακλῆς

1415σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν;

Θησεύς

ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ.

Ἡρακλῆς

πῶς οὖν ἔτ᾽εἴπηςὅτι συνέσταλμαι κακοῖς;

Θησεύς

πρόβαινε.

Ἡρακλῆς
χαῖρ᾽, πρέσβυ.

Ἀμφιτρύων
καὶ σύ μοι, τέκνον.

Ἡρακλῆς

θάφθ᾽ ὥσπερ εἶπον παῖδας.

Ἀμφιτρύων
ἐμὲ δὲ τίς, τέκνον;

Ἡρακλῆς

1420ἐγώ.

Ἀμφιτρύων
πότ᾽ ἐλθών;

Ἡρακλῆς
ἡνίκ᾽ ἂν θάψῃς τέκνα.

Ἀμφιτρύων

πῶς;

Ἡρακλῆς
εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο.
ἀλλ᾽ ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ:
ἡμεῖς δ᾽ ἀναλώσαντες αἰσχύναις δόμον,
Θησεῖ πανώλεις ἑψόμεσθ᾽ ἐφολκίδες.
1425ὅστις δὲ πλοῦτον σθένος μᾶλλον φίλων
ἀγαθῶν πεπᾶσθαι βούλεται, κακῶς φρονεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: