previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄδραστος

δή γε πολλοὺς ὤλεσε στρατηλάτας.
ἀλλ᾽, καθ᾽ Ἑλλάδ᾽ ἀλκιμώτατον κάρα,
ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω
165πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,
πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος:
ὅμως δ᾽ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.
σῶσον νεκρούς μοι, τἀμά τ᾽ οἰκτίρας κακὰ
καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,
170αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,
ἐλθεῖν δ᾽ ἔτλησαν δεῦρο καὶ ξένον πόδα
θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,
πρεσβεύματ᾽ οὐ Δήμητρος ἐς μυστήρια,
ἀλλ᾽ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν
175κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.
σοφὸν δὲ πενίαν τ᾽ εἰσορᾶν τὸν ὄλβιον,
πένητά τ᾽ εἰς τοὺς πλουσίους ἀποβλέπειν
ζηλοῦνθ᾽, ἵν᾽ αὐτὸν χρημάτων ἔρως ἔχῃ,
τά τ᾽ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι.
...
180τόν θ᾽ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη
χαίροντα τίκτειν: ἢν δὲ μὴ πάσχῃ τόδε,
οὔτοι δύναιτ᾽ ἂν οἴκοθέν γ᾽ ἀτώμενος
τέρπειν ἂν ἄλλους: οὐδὲ γὰρ δίκην ἔχει.
τάχ᾽ οὖν ἂν εἴποις: Πελοπίαν παρεὶς χθόνα
185πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;
ἐγὼ δίκαιός εἰμ᾽ ἀφηγεῖσθαι τάδε.
Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,
τὰ δ᾽ ἄλλα μικρὰ κἀσθενῆ: πόλις δὲ σὴ
μόνη δύναιτ᾽ ἂν τόνδ᾽ ὑποστῆναι πόνον:
190τά τ᾽ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν
ἔχει σὲ ποιμέν᾽ ἐσθλόν: οὗ χρείᾳ πόλεις
πολλαὶ διώλοντ᾽, ἐνδεεῖς στρατηλάτου.

Χορός

κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω,
Θησεῦ, δι᾽ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: