Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
ταῦτα μὲν ἕτερος ἔπραξεν, ἐξ ὧν δ᾽ οἷόν τ᾽ ἦν ὁσίως καὶ δικαίως λαβεῖν τὴν ἀρχήν, Εὐαγόρᾳ διεφύλαξεν. εἷς γὰρ τῶν δυναστευόντων ἐπιβουλεύσας τόν τε τύραννον ἀπέκτεινε καὶ συλλαβεῖν Εὐαγόραν ἐπεχείρησεν, ἡγούμενος οὐ δυνήσεσθαι κατασχεῖν τὴν ἀρχήν, εἰ μὴ κἀκεῖνον ἐκποδὼν ποιήσαιτο.