Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[32]
ἡσυχίαν εἶχον, οὐ πρότερον ἐπαύσατο μαχόμενος καὶ μόνος πρὸς πολλοὺς καὶ μετ᾽ ὀλίγων πρὸς ἅπαντας τοὺς ἐχθροὺς,1 πρὶν ἑλεῖν τὸ βασίλειον, καὶ τούς τ᾽ ἐχθροὺς ἐτιμωρήσατο καὶ τοῖς φίλοις ἐβοήθησεν, ἔτι δὲ τῷ γένει τὰς τιμὰς τὰς πατρίους ἐκομίσατο, καὶ τύραννον αὑτὸν τῆς πόλεως κατέστησεν.