Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[45]
μέγα φρονῶν οὐκ ἐπὶ τοῖς διὰ τύχην ἀλλ᾽ ἐπὶ τοῖς δι᾽ αὑτὸν γιγνομένοις: τοὺς μὲν φίλους ταῖς εὐεργεσίαις ὑφ᾽ αὑτῷ ποιούμενος, τοὺς δ᾽ ἄλλους τῇ μεγαλοψυχίᾳ καταδουλούμενος: φοβερὸς ὢν οὐ τῷ πολλοῖς χαλεπαίνειν, ἀλλὰ τῷ πολὺ τὴν τῶν ἄλλων φύσιν ὑπερβάλλειν: ἡγούμενος τῶν ἡδονῶν, ἀλλ᾽ οὐκ ἀγόμενος ὑπ᾽ αὐτῶν: ὀλίγοις πόνοις πολλὰς ῥᾳστώνας κτώμενος, ἀλλ᾽ οὐ διὰ μικρὰς ῥᾳθυμίας μεγάλους πόνους ὑπολειπόμενος: