Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
δῆλον δ᾽ ἐκ τῶν ἔργων: ἀποβὰς γὰρ εἰς τὴν νῆσον οὐχ ἡγήσατο δεῖν χωρίον ἐχυρὸν καταλαβὼν καὶ τὸ σῶμ᾽ ἐν ἀσφαλείᾳ καταστήσας περιιδεῖν εἴ τινες αὑτῷ τῶν πολιτῶν βοηθήσουσιν: ἀλλ᾽ εὐθύς, ὥσπερ εἶχε, ταύτης τῆς νυκτὸς διελὼν τοῦ τείχους πυλίδα καὶ ταύτῃ τοὺς μεθ᾽ αὑτοῦ διαγαγὼν προσέβαλλε πρὸς τὸ βασίλειον.