previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[331α] καὶ ζῇ μετὰ κακῆς ἐλπίδος: τῷ δὲ μηδὲν ἑαυτῷ ἄδικον συνειδότι ἡδεῖα ἐλπὶς ἀεὶ πάρεστι καὶ ἀγαθὴγηροτρόφος’, ὡς καὶ Πίνδαρος λέγει. χαριέντως γάρ τοι, Σώκρατες, τοῦτ᾽ ἐκεῖνος εἶπεν, ὅτι ὃς ἂν δικαίως καὶ ὁσίως τὸν βίον διαγάγῃ,

γλυκεῖά οἱ καρδίαν
ἀτάλλοισα γηροτρόφος συναορεῖ
ἐλπὶς μάλιστα θνατῶν πολύστροφον
γνώμαν κυβερνᾷ.

Pindar Frag. 214, Loeb
εὖ οὖν λέγει θαυμαστῶς ὡς σφόδρα. πρὸς δὴ τοῦτ᾽ ἔγωγε τίθημι τὴν τῶν χρημάτων κτῆσιν πλείστου ἀξίαν εἶναι, οὔ [331β] τι παντὶ ἀνδρὶ ἀλλὰ τῷ ἐπιεικεῖ καὶ κοσμίῳ. τὸ γὰρ μηδὲ ἄκοντά τινα ἐξαπατῆσαι ψεύσασθαι, μηδ᾽ αὖ ὀφείλοντα θεῷ θυσίας τινὰς ἀνθρώπῳ χρήματα ἔπειτα ἐκεῖσε ἀπιέναι δεδιότα, μέγα μέρος εἰς τοῦτο τῶν χρημάτων κτῆσις συμβάλλεται. ἔχει δὲ καὶ ἄλλας χρείας πολλάς: ἀλλὰ ἕν γε ἀνθ᾽ ἑνὸς οὐκ ἐλάχιστον ἔγωγε θείην ἂν εἰς τοῦτο ἀνδρὶ νοῦν ἔχοντι, Σώκρατες, πλοῦτον χρησιμώτατον εἶναι. [331ξ]

παγκάλως, ἦν δ᾽ ἐγώ, λέγεις, Κέφαλε. τοῦτο δ᾽ αὐτό, τὴν δικαιοσύνην, πότερα τὴν ἀλήθειαν αὐτὸ φήσομεν εἶναι ἁπλῶς οὕτως καὶ τὸ ἀποδιδόναι ἄν τίς τι παρά του λάβῃ, καὶ αὐτὰ ταῦτα ἔστιν ἐνίοτε μὲν δικαίως, ἐνίοτε δὲ ἀδίκως ποιεῖν; οἷον τοιόνδε λέγω: πᾶς ἄν που εἴποι, εἴ τις λάβοι παρὰ φίλου ἀνδρὸς σωφρονοῦντος ὅπλα, εἰ μανεὶς ἀπαιτοῖ, ὅτι οὔτε χρὴ τὰ τοιαῦτα ἀποδιδόναι, οὔτε δίκαιος ἂν εἴη ἀποδιδούς, οὐδ᾽ αὖ πρὸς τὸν οὕτως ἔχοντα πάντα ἐθέλων τἀληθῆ λέγειν. [331δ]

ὀρθῶς, ἔφη, λέγεις.

οὐκ ἄρα οὗτος ὅρος ἐστὶν δικαιοσύνης, ἀληθῆ τε λέγειν καὶ ἂν λάβῃ τις ἀποδιδόναι.

πάνυ μὲν οὖν, ἔφη, Σώκρατες, ὑπολαβὼν Πολέμαρχος, εἴπερ γέ τι χρὴ Σιμωνίδῃ πείθεσθαι.

καὶ μέντοι, ἔφη Κέφαλος, καὶ παραδίδωμι ὑμῖν τὸν λόγον: δεῖ γάρ με ἤδη τῶν ἱερῶν ἐπιμεληθῆναι.

οὐκοῦν, ἔφη, ἐγώ, Πολέμαρχος, τῶν γε σῶν κληρονόμος;

πάνυ γε, δ᾽ ὃς γελάσας, καὶ ἅμα ᾔει πρὸς τὰ ἱερά. [331ε]

λέγε δή, εἶπον ἐγώ, σὺ τοῦ λόγου κληρονόμος, τί φῂς τὸν Σιμωνίδην λέγοντα ὀρθῶς λέγειν περὶ δικαιοσύνης;

ὅτι, δ᾽ ὅς, τὸ τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδιδόναι δίκαιόν ἐστι: τοῦτο λέγων δοκεῖ ἔμοιγε καλῶς λέγειν.

ἀλλὰ μέντοι, ἦν δ᾽ ἐγώ, Σιμωνίδῃ γε οὐ ῥᾴδιον ἀπιστεῖνσοφὸς γὰρ καὶ θεῖος ἀνήρτοῦτο μέντοι ὅτι ποτὲ λέγει, σὺ μέν, Πολέμαρχε, ἴσως γιγνώσκεις, ἐγὼ δὲ ἀγνοῶ: δῆλον γὰρ ὅτι οὐ τοῦτο λέγει, ὅπερ ἄρτι ἐλέγομεν, τό τινος παρακαταθεμένου τι ὁτῳοῦν μὴ σωφρόνως ἀπαιτοῦντι

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: