previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[345α] κακῶς σοι κείσεται ὅτι ἂν ἡμᾶς τοσούσδε ὄντας εὐεργετήσῃςἐγὼ γὰρ δή σοι λέγω τό γ᾽ ἐμόν, ὅτι οὐ πείθομαι οὐδ᾽ οἶμαι ἀδικίαν δικαιοσύνης κερδαλεώτερον εἶναι, οὐδ᾽ ἐὰν ἐᾷ τις αὐτὴν καὶ μὴ διακωλύῃ πράττειν βούλεται. ἀλλ᾽, ὠγαθέ, ἔστω μὲν ἄδικος, δυνάσθω δὲ ἀδικεῖν τῷ λανθάνειν τῷ διαμάχεσθαι, ὅμως ἐμέ γε οὐ πείθει ὡς ἔστι τῆς δικαιοσύνης κερδαλεώτερον. ταῦτ᾽ οὖν [345β] καὶ ἕτερος ἴσως τις ἡμῶν πέπονθεν, οὐ μόνος ἐγώ: πεῖσον οὖν, μακάριε, ἱκανῶς ἡμᾶς ὅτι οὐκ ὀρθῶς βουλευόμεθα δικαιοσύνην ἀδικίας περὶ πλείονος ποιούμενοι.

καὶ πῶς, ἔφη, σὲ πείσω; εἰ γὰρ οἷς νυνδὴ ἔλεγον μὴ πέπεισαι, τί σοι ἔτι ποιήσω; εἰς τὴν ψυχὴν φέρων ἐνθῶ τὸν λόγον;

μὰ Δί᾽, ἦν δ᾽ ἐγώ, μὴ σύ γε: ἀλλὰ πρῶτον μέν, ἂν εἴπῃς, ἔμμενε τούτοις, ἐὰν μετατιθῇ, φανερῶς μετατίθεσο καὶ ἡμᾶς μὴ ἐξαπάτα. νῦν δὲ ὁρᾷς, Θρασύμαχεἔτι [345ξ] γὰρ τὰ ἔμπροσθεν ἐπισκεψώμεθαὅτι τὸν ὡς ἀληθῶς ἰατρὸν τὸ πρῶτον ὁριζόμενος τὸν ὡς ἀληθῶς ποιμένα οὐκέτι ᾤου δεῖν ὕστερον ἀκριβῶς φυλάξαι, ἀλλὰ πιαίνειν οἴει αὐτὸν τὰ πρόβατα, καθ᾽ ὅσον ποιμήν ἐστιν, οὐ πρὸς τὸ τῶν προβάτων βέλτιστον βλέποντα ἀλλ᾽, ὥσπερ δαιτυμόνα τινὰ καὶ μέλλοντα ἑστιάσεσθαι, πρὸς τὴν εὐωχίαν, αὖ πρὸς τὸ [345δ] ἀποδόσθαι, ὥσπερ χρηματιστὴν ἀλλ᾽ οὐ ποιμένα. τῇ δὲ ποιμενικῇ οὐ δήπου ἄλλου του μέλει ἐφ᾽ τέτακται, ὅπως τούτῳ τὸ βέλτιστον ἐκποριεῖἐπεὶ τά γε αὑτῆς ὥστ᾽ εἶναι βελτίστη ἱκανῶς δήπου ἐκπεπόρισται, ἕως γ᾽ ἂν μηδὲν ἐνδέῃ τοῦ ποιμενικὴ εἶναιοὕτω δὲ ᾤμην ἔγωγε νυνδὴ ἀναγκαῖον εἶναι ἡμῖν ὁμολογεῖν πᾶσαν ἀρχήν, καθ᾽ ὅσον ἀρχή, μηδενὶ ἄλλῳ τὸ βέλτιστον σκοπεῖσθαι ἐκείνῳ, τῷ [345ε] ἀρχομένῳ τε καὶ θεραπευομένῳ, ἔν τε πολιτικῇ καὶ ἰδιωτικῇ ἀρχῇ. σὺ δὲ τοὺς ἄρχοντας ἐν ταῖς πόλεσιν, τοὺς ὡς ἀληθῶς ἄρχοντας, ἑκόντας οἴει ἄρχειν;

μὰ Δί᾽ οὔκ, ἔφη, ἀλλ᾽ εὖ οἶδα.

τί δέ, ἦν δ᾽ ἐγώ, Θρασύμαχε; τὰς ἄλλας ἀρχὰς οὐκ ἐννοεῖς ὅτι οὐδεὶς ἐθέλει ἄρχειν ἑκών, ἀλλὰ μισθὸν αἰτοῦσιν, ὡς οὐχὶ αὐτοῖσιν ὠφελίαν ἐσομένην ἐκ τοῦ ἄρχειν ἀλλὰ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: