previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[431α] αὐτὸς γὰρ ἐν ἅπασιν τούτοις προσαγορεύεται.

τί δ᾽ οὔ;

ἀλλ᾽, ἦν δ᾽ ἐγώ, φαίνεταί μοι βούλεσθαι λέγειν οὗτος λόγος ὥς τι ἐν αὐτῷ τῷ ἀνθρώπῳ περὶ τὴν ψυχὴν τὸ μὲν βέλτιον ἔνι, τὸ δὲ χεῖρον, καὶ ὅταν μὲν τὸ βέλτιον φύσει τοῦ χείρονος ἐγκρατὲς , τοῦτο λέγειν τὸκρείττω αὑτοῦ” —ἐπαινεῖ γοῦνὅταν δὲ ὑπὸ τροφῆς κακῆς τινος ὁμιλίας κρατηθῇ ὑπὸ πλήθους τοῦ χείρονος σμικρότερον τὸ βέλτιον [431β] ὄν, τοῦτο δὲ ὡς ἐν ὀνείδει ψέγειν τε καὶ καλεῖν ἥττω ἑαυτοῦ καὶ ἀκόλαστον τὸν οὕτω διακείμενον.

καὶ γὰρ ἔοικεν, ἔφη.

ἀπόβλεπε τοίνυν, ἦν δ᾽ ἐγώ, πρὸς τὴν νέαν ἡμῖν πόλιν, καὶ εὑρήσεις ἐν αὐτῇ τὸ ἕτερον τούτων ἐνόν: κρείττω γὰρ αὐτὴν αὑτῆς δικαίως φήσεις προσαγορεύεσθαι, εἴπερ οὗ τὸ ἄμεινον τοῦ χείρονος ἄρχει σῶφρον κλητέον καὶ κρεῖττον αὑτοῦ.

ἀλλ᾽ ἀποβλέπω, ἔφη, καὶ ἀληθῆ λέγεις.

καὶ μὴν καὶ τάς γε πολλὰς καὶ παντοδαπὰς ἐπιθυμίας καὶ [431ξ] ἡδονάς τε καὶ λύπας ἐν παισὶ μάλιστα ἄν τις εὕροι καὶ γυναιξὶ καὶ οἰκέταις καὶ τῶν ἐλευθέρων λεγομένων ἐν τοῖς πολλοῖς τε καὶ φαύλοις.

πάνυ μὲν οὖν.

τὰς δέ γε ἁπλᾶς τε καὶ μετρίας, αἳ δὴ μετὰ νοῦ τε καὶ δόξης ὀρθῆς λογισμῷ ἄγονται, ἐν ὀλίγοις τε ἐπιτεύξῃ καὶ τοῖς βέλτιστα μὲν φῦσιν, βέλτιστα δὲ παιδευθεῖσιν.

ἀληθῆ, ἔφη.

οὐκοῦν καὶ ταῦτα ὁρᾷς ἐνόντα σοι ἐν τῇ πόλει καὶ κρατουμένας αὐτόθι τὰς ἐπιθυμίας τὰς ἐν τοῖς πολλοῖς τε [431δ] καὶ φαύλοις ὑπό τε τῶν ἐπιθυμιῶν καὶ τῆς φρονήσεως τῆς ἐν τοῖς ἐλάττοσί τε καὶ ἐπιεικεστέροις;

ἔγωγ᾽, ἔφη.

εἰ ἄρα δεῖ τινα πόλιν προσαγορεύειν κρείττω ἡδονῶν τε καὶ ἐπιθυμιῶν καὶ αὐτὴν αὑτῆς, καὶ ταύτην προσρητέον.

παντάπασιν μὲν οὖν, ἔφη.

ἆρ᾽ οὖν οὐ καὶ σώφρονα κατὰ πάντα ταῦτα;

καὶ μάλα, ἔφη.

καὶ μὴν εἴπερ αὖ ἐν ἄλλῃ πόλει αὐτὴ δόξα ἔνεστι τοῖς [431ε] τε ἄρχουσι καὶ ἀρχομένοις περὶ τοῦ οὕστινας δεῖ ἄρχειν, καὶ ἐν ταύτῃ ἂν εἴη τοῦτο ἐνόν. οὐ δοκεῖ;

καὶ μάλα, ἔφη, σφόδρα.

ἐν ποτέροις οὖν φήσεις τῶν πολιτῶν τὸ σωφρονεῖν ἐνεῖναι ὅταν οὕτως ἔχωσιν; ἐν τοῖς ἄρχουσιν ἐν τοῖς ἀρχομένοις;

ἐν ἀμφοτέροις που, ἔφη.

ὁρᾷς οὖν, ἦν δ᾽ ἐγώ, ὅτι ἐπιεικῶς ἐμαντευόμεθα ἄρτι ὡς ἁρμονίᾳ τινὶ σωφροσύνη ὡμοίωται;

τί δή;

ὅτι οὐχ ὥσπερ ἀνδρεία καὶ σοφία ἐν μέρει τινὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: