previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[587α] ἀληθεστάτας καρποῦσθαι.

κομιδῇ μὲν οὖν.

ὅταν δὲ ἄρα τῶν ἑτέρων τι κρατήσῃ, ὑπάρχει αὐτῷ μήτε τὴν ἑαυτοῦ ἡδονὴν ἐξευρίσκειν, τά τε ἄλλ᾽ ἀναγκάζειν ἀλλοτρίαν καὶ μὴ ἀληθῆ ἡδονὴν διώκειν.

οὕτως, ἔφη.

οὐκοῦν πλεῖστον φιλοσοφίας τε καὶ λόγου ἀφέστηκεν, μάλιστ᾽ ἂν τοιαῦτα ἐξεργάζοιτο;

πολύ γε.

πλεῖστον δὲ λόγου ἀφίσταται οὐχ ὅπερ νόμου τε καὶ τάξεως;

δῆλον δή.

ἐφάνησαν δὲ πλεῖστον ἀφεστῶσαι οὐχ αἱ ἐρωτικαί τε [587β] καὶ τυραννικαὶ ἐπιθυμίαι;

πολύ γε.

ἐλάχιστον δὲ αἱ βασιλικαί τε καὶ κόσμιαι;

ναί.

πλεῖστον δὴ οἶμαι ἀληθοῦς ἡδονῆς καὶ οἰκείας τύραννος ἀφεστήξει, δὲ ὀλίγιστον.

ἀνάγκη.

καὶ ἀηδέστατα ἄρα, εἶπον, τύραννος βιώσεται, δὲ βασιλεὺς ἥδιστα.

πολλὴ ἀνάγκη.

οἶσθ᾽ οὖν, ἦν δ᾽ ἐγώ, ὅσῳ ἀηδέστερον ζῇ τύραννος βασιλέως;

ἂν εἴπῃς, ἔφη.

τριῶν ἡδονῶν, ὡς ἔοικεν, οὐσῶν, μιᾶς μὲν γνησίας, δυοῖν [587ξ] δὲ νόθαιν, τῶν νόθων εἰς τὸ ἐπέκεινα ὑπερβὰς τύραννος, φυγὼν νόμον τε καὶ λόγον, δούλαις τισὶ δορυφόροις ἡδοναῖς συνοικεῖ, καὶ ὁπόσῳ ἐλαττοῦται οὐδὲ πάνυ ῥᾴδιον εἰπεῖν, πλὴν ἴσως ὧδε.

πῶς; ἔφη.

ἀπὸ τοῦ ὀλιγαρχικοῦ τρίτος που τύραννος ἀφειστήκει: ἐν μέσῳ γὰρ αὐτῶν δημοτικὸς ἦν.

ναί.

οὐκοῦν καὶ ἡδονῆς τρίτῳ εἰδώλῳ πρὸς ἀλήθειαν ἀπ᾽ ἐκείνου συνοικοῖ ἄν, εἰ τὰ πρόσθεν ἀληθῆ;

οὕτω.

δέ γε ὀλιγαρχικὸς ἀπὸ τοῦ βασιλικοῦ αὖ τρίτος, ἐὰν [587δ] εἰς ταὐτὸν ἀριστοκρατικὸν καὶ βασιλικὸν τιθῶμεν.

τρίτος γάρ.

τριπλασίου ἄρα, ἦν δ᾽ ἐγώ, τριπλάσιον ἀριθμῷ ἀληθοῦς ἡδονῆς ἀφέστηκεν τύραννος.

φαίνεται.

ἐπίπεδον ἄρ᾽, ἔφην, ὡς ἔοικεν, τὸ εἴδωλον κατὰ τὸν τοῦ μήκους ἀριθμὸν ἡδονῆς τυραννικῆς ἂν εἴη.

κομιδῇ γε.

κατὰ δὲ δύναμιν καὶ τρίτην αὔξην δῆλον δὴ ἀπόστασιν ὅσην ἀφεστηκὼς γίγνεται.

δῆλον, ἔφη, τῷ γε λογιστικῷ.

οὐκοῦν ἐάν τις μεταστρέψας ἀληθείᾳ ἡδονῆς τὸν βασιλέα [587ε] τοῦ τυράννου ἀφεστηκότα λέγῃ ὅσον ἀφέστηκεν, ἐννεακαιεικοσικαιεπτακοσιοπλασιάκις ἥδιον αὐτὸν ζῶντα εὑρήσει τελειωθείσῃ τῇ πολλαπλασιώσει, τὸν δὲ τύραννον ἀνιαρότερον τῇ αὐτῇ ταύτῃ ἀποστάσει.

ἀμήχανον, ἔφη, λογισμὸν καταπεφόρηκας τῆς διαφορότητος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: