[23β]
Σωκράτης
ἆρ᾽ ὅτι τὸ ἀδύνατον εἶπον, λυπεῖν ἡδονήν;Πρώταρχος
οὐ μόνον γε ἀλλ᾽ ὅτι καὶ ἀγνοεῖς ὡς οὐδείς πώ σε ἡμῶν μεθήσει πρὶν ἂν εἰς τέλος ἐπεξέλθῃς τούτων τῷ λόγῳ.Σωκράτης
βαβαῖ ἄρα, ὦ Πρώταρχε, συχνοῦ μὲν λόγου τοῦ λοιποῦ, σχεδὸν δὲ οὐδὲ ῥᾳδίου πάνυ τι νῦν. καὶ γὰρ δὴ φαίνεται δεῖν ἄλλης μηχανῆς, ἐπὶ τὰ δευτερεῖα ὑπὲρ νοῦ πορευόμενον οἷον βέλη ἔχειν ἕτερα τῶν ἔμπροσθεν λόγων: ἔστι δὲ ἴσως ἔνια καὶ ταὐτά. οὐκοῦν χρή;Πρώταρχος
πῶς γὰρ οὔ;