[62ε]
τῶν ἡδονῶν.Πρώταρχος
ἀληθέστατα λέγεις.Σωκράτης
ὥρα δὴ βουλεύεσθαι νῷν καὶ περὶ τῶν ἡδονῶν, πότερα καὶ ταύτας πάσας ἁθρόας ἀφετέον ἢ καὶ τούτων πρώτας μεθετέον ἡμῖν ὅσαι ἀληθεῖς.Πρώταρχος
πολύ τι διαφέρει πρός γε ἀσφάλειαν πρώτας τὰς ἀληθεῖς ἀφεῖναι.Σωκράτης
μεθείσθων δή. τί δὲ μετὰ ταῦτα; ἆρ᾽ οὐκ εἰ μέν τινες ἀναγκαῖαι, καθάπερ ἐκεῖ, συμμεικτέον καὶ ταύτας;Πρώταρχος
τί δ᾽ οὔ; τάς γε ἀναγκαίας δήπουθεν.