[39ξ]
καὶ λεχθέντων εἰκόνας ἐν αὑτῷ ὁρᾷ πως. ἢ τοῦτο οὐκ ἔστι γιγνόμενον παρ᾽ ἡμῖν;Πρώταρχος
σφόδρα μὲν οὖν.Σωκράτης
οὐκοῦν αἱ μὲν τῶν ἀληθῶν δοξῶν καὶ λόγων εἰκόνες ἀληθεῖς, αἱ δὲ τῶν ψευδῶν ψευδεῖς;Πρώταρχος
παντάπασιν.Σωκράτης
εἰ δὴ ταῦτ᾽ ὀρθῶς εἰρήκαμεν, ἔτι καὶ τόδε ἐπὶ τούτοις σκεψώμεθα.Πρώταρχος
τὸ ποῖον;Σωκράτης
εἰ περὶ μὲν τῶν ὄντων καὶ τῶν γεγονότων ταῦτα ἡμῖν οὕτω πάσχειν ἀναγκαῖον, περὶ δὲ τῶν μελλόντων οὔ;Πρώταρχος
περὶ ἁπάντων μὲν οὖν τῶν χρόνων ὡσαύτως.