[37ε]
Σωκράτης
ἂν δέ γε ἁμαρτανόμενον τὸ δοξαζόμενον ᾖ, τὴν δόξαν τότε ἁμαρτάνουσάν γε οὐκ ὀρθὴν ὁμολογητέον οὐδ᾽ ὀρθῶς δοξάζουσαν;Πρώταρχος
πῶς γὰρ ἄν;Σωκράτης
τί δ᾽, ἂν αὖ λύπην ἤ τινα ἡδονὴν περὶ τὸ ἐφ᾽ ᾧ λυπεῖται ἢ τοὐναντίον ἁμαρτάνουσαν ἐφορῶμεν, ὀρθὴν ἢ χρηστὴν ἤ τι τῶν καλῶν ὀνομάτων αὐτῇ προσθήσομεν;Πρώταρχος
ἀλλ᾽ οὐχ οἷόν τε, εἴπερ ἁμαρτήσεταί γε ἡδονή.Σωκράτης
καὶ μὴν ἔοικέν γε ἡδονὴ πολλάκις οὐ μετὰ δόξης ὀρθῆς ἀλλὰ μετὰ ψεύδους ἡμῖν γίγνεσθαι.Πρώταρχος
πῶς γὰρ οὔ; καὶ τὴν μὲν δόξαν γε, ὦ Σώκρατες,